Dionysiaca
Nonnus of Panopolis
Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.
- οὐ σκοπιὴν δʼ ἔφριξε δυσέμβατον, οὐ πόδα κούρης
- ὀξυπαγὴς ἀπέδιλον ὄνυξ ἐχάραξε κολώνης.
- πολλὴ δʼ ἔνθα καὶ ἔνθα παρʼ Ἀστακίδος στόμα λίμνης
- Ἰνδῴη δεδάικτο γονὴ Κουρῆτι σιδήρῳ.
- δυσμενέων δὲ φάλαγγας ἐκυκλώσαντο μαχηταὶ
- τεύχεσιν ἀντιτύποισι, φερεσσακέος δὲ χορείης
- ῥυθμὸν ἐμιμήσαντο ποδῶν ἑλικώδεϊ παλμῷ·
- καὶ λασίῃ παλάμῃ σκοπιὴν λοφόεσσαν ἀείρων,
- οὔρεος ἄκρα κάρηνα ταμών, ἐκορύσσετο Ληνεύς,
- πέμπων ὀκριόεσσαν ἐπʼ ἀντιβίοισιν ἀκωκήν·
- Βάκχη δʼ ἀμφαλάλαζε, καὶ ἀμπελόεσσαν ἀκωκὴν
- Βασσαρὶς ἠκόντιζε, μελαρρίνου δὲ γενέθλης
- ἄρσενα πολλὰ κάρηνα δαΐζετο θήλεϊ θύρσῳ.
- καὶ φονίῳ θρασὺν ἄνδρα διατμήγουσα κορύμβῳ
- Εὐπετάλη κεκόρυστο, φιλοσταφύλῳ δὲ πετήλῳ
- κέντορα κισσὸν ἔπεμπεν ἀλοιητῆρα σιδήρου·
- Στησιχόρη δʼ εὔβοτρυς ἐπεσκίρτησε κυδοιμῷ,
- καὶ δηίων ἔσσευε γένος ῥηξήνορι ῥόμβῳ