Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. ὑπναλέης ἄγρυπνον ὀπιπευτῆρα κορείης·
  2. ἄλλη ταρσὰ φέρουσα κατʼ οὔρεα γυμνὰ πεδίλων,
  3. ποσσὶ βάτους πατέουσα καὶ ὀξυέθειρας ἀκάνθας,
  4. θηγαλέῃ στατὸν ἴχνος ἐπεστήριξεν ἀχέρδῳ·
  5. καί τις ἐπαΐξασα τανυκνήμιδι καμήλῳ
  6. καμπύλον ἀμητῆρι διέθρισεν αὐχένα θύρσῳ,
  7. καὶ τυφλοῖσι πόδεσσι περιπταίουσα κελεύθῳ
  8. ἡμιφανὴς πεφόρητο, πολυγνάμπτῳ δὲ πορείῃ
  9. φοιταλέης ἀκάρηνον ἐπείγετο σῶμα καμήλου,
  10. καὶ σφαλερῇ πλήσσουσα βαθυνομένην χθόνα χηλῇ
  11. ὕπτιος αὐτοκύλιστος ἐπωλίσθησε κονίῃ·
  12. ἄλλη δʼ ἴχνος ἄγουσα βοοτρόφον εἰς ῥάχιν ὕλης
  13. ἄσχετα μαινομένοιο δορῆς ἐδράξατο ταύρου,
  14. καὶ βλοσυροῖς ὀνύχεσσι χαρασσομένης ἀπὸ δειρῆς
  15. ταυρείην ἀτόρητον ἀπεφλοίωσε καλύπτρην·
  16. ἄλλη δʼ ἔγκατα πάντα διήφυσεν· ἦν δὲ νοῆσαι
  17. παρθένον ἀκρήδεμνον ἀσάμβαλον ὑψόθι πέτρης
  18. τρηχαλέῳ πρηῶνι περισκαίρουσαν ἐρίπνης·