Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. νηχομένῳ δʼ ἀκίχητος ὁμήλικι νήχεο Βάκχῳ.
  2. Ἄμπελε, νικήσας με παρὰ ψαμάθοισι παλαίων,
  3. ἔσσο καὶ ἐν προχοῇσιν ἐλαφρότερος Διονόσου,
  4. καὶ Σατύρους παίζοντας ἔτι σκαρθμοῖσιν ἐάσας
  5. εἰς τρίτατον πάλιν ἄλλον ἐπείγεο μοῦνος ἀγῶνα·
  6. ἐν χθονὶ νικήσαις καὶ ἐν ὕδασι, καὶ μετὰ νίκην
  7. σοὺς ἐρατοὺς πλοκάμους διδύμοις στέψαιμι κορύμβοις
  8. διπλόα νικηθέντος ἀνικήτοιο Λυαίου.
  9. ἔπρεπέ σοι ῥόος οὗτος ἐπήρατος, ἔπρεπε μούνῳ
  10. κάλλεϊ σῶν μελέων, ἵνα διπλόος Ἄμπελος εἴη
  11. χρυσείῃ παλάμῃ χρυσαυγέα ῥεύματα τέμνων·
  12. καὶ γυμνοῖς μελέεσσι τιταινομένου περὶ νίκης
  13. κοσμήσει σέο κάλλος ὅλον Πακτώλιον ὕδωρ.
  14. δὸς ποταμῷ γέρας ἶσον Ὀλύμπιον, ὅττι καὶ αὐτὸς
  15. ὠκεανῷ Φαέθων ῥοδέας ἀκτῖνας ἰάλλει·
  16. Πακτωλῷ πόρε καὶ σὺ τεὸν σέλας, ὄφρα φανείη
  17. ἄμπελος ἀντέλλων ἅτε Φωσφόρος· ἀμφότερον γὰρ
  18. ἀστράπτει ῥόος οὗτος ἐρευθιόωντι μετάλλῳ
  19. ὡς σὺ τεοῖς μελέεσσι· βαθυπλούτῳ δὲ ῥεέθρῳ
  20. σύγχροον εἶδος ἔχοντα καὶ ἡβητῆρα δεχέσθω