Dionysiaca
Nonnus of Panopolis
Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.
- σπερχομένων, διερῇ μὲν ἐπʼ ᾐόνι γούνατα πάλλων,
- κισσὸς ἐπωλίσθησε πεσὼν ψαμαθώσεϊ πηλῷ,
- καὶ σφαλερὴ Ληνῆος ἐσύρετο γούνατος ὁρμὴ
- ἂψ ἀνασειράζουσα ποδῶν δρόμον· ἀθλοφόροι δὲ
- ἀμφότεροι λείποντο, καὶ Ἄμπελος ἥρπασε νίκην.
- Σειληνοὶ δὲ γέροντες ἀνίαχον Εὔιον ἠχὼ
- νίκην ἠιθέοιο τεθηπότες· ἁβροκόμης δὲ
- δέκτο νέος τὰ πρῶτα, τὰ δεύτερα δέχνυτο Ληνεὺς
- ζῆλον ἔχων, φθονερὸν δὲ δόλον γίνωσκε Λυαίου
- καὶ πόθον· αἰδομένῃ δὲ συνήλικας εἶδεν ὀπωπῇ
- λοίσθια Κισσὸς ἄεθλα κατηφέι χειρὶ κομίζων.
- ἑνδέκατον δὲ δόκευε καὶ ἱμερόεντα νοήσεις ἄμπελον ἀνδροφόνῳ πεφορημένον ἅρπαγι ταύρῳ.
- λῦτο δʼ ἀγών· ἐρόεις δὲ νέος φιλοπαίγμονι νίκῃ
- κυδιόων σκίρτησεν ὁμέψιος ἥλικι Βάκχῳ
- εἰλιπόδην περὶ κύκλον ἀλήμονα ταρσὸν ἀμείβων,
- δεξιτερὴν πάνλευκον ἐπικλίνων Διονύσῳ·
- καί μιν ἰδὼν Ἰόβακχος ἀγήνορα δίζυγι νίκῃ
- ποσσὶ περισκαίροντα φίλῳ μειλίξατο μύθῳ·
- Σπεῦδε πάλιν, φίλε κοῦε, ποδωκείης μετὰ νίκην
- καὶ μετὰ πεζὸν ἄεθλον ἔχειν τρίτον ἄλλον ἀγῶνα,