Dionysiaca
Nonnus of Panopolis
Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.
- ἴχνεσιν ἴχνια τύψε χυτῆς ψαύοντα κονίης·
- καὶ τόσος ἀμφοτέρων ἀπελείπετο μέσσον ὁρίζων,
- ὁππόσον ἱστοπόνοιο κανὼν πρὸς στήθεϊ κούρης
- μεσσοφανὴς λάχε χῶρον ἀκαμπέι γείτονα μαζῷ.
- καὶ τρίτος Ἄμπελος ἦεν ὀπίστερος· εἰσορόων δὲ
- ζηλήμων Διόνυσος ἐτήκετο λοξὰ δοκεύων
- διχθαδίους προθέοντας ἀεθλητῆρας ἀγώνων,
- μή ποτε νικήσωσι καὶ Ἄμπελος ὕστερος ἔλθῃ·
- ἀλλὰ θεὸς χραίσμησεν, ἐνιπνεύσας δέ ὁι ἀλκὴν
- κοῦρον ἐυτροχάλοιο ταχίονα θῆκεν ἀέλλης·
- καὶ διδύμων πρώτιστος ἀεθλοφόρων ἐν ἀγῶνι