Dionysiaca
Nonnus of Panopolis
Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.
- καὶ Σατύρους ὤτρυνεν ἀεθλεύειν περὶ νίκης.
- ὀξὺ δὲ κεκλομένοιο φιλοσκάρθμοιο Λυαίου
- Ληνεὺς πρῶτος ὄρουσε ποδήνεμος, ἀμφὶ δʼ ἄρʼ αὐτῷ
- κισσὸς ἀερσιπόδης καὶ ἐπήρατος Ἄμπελος ἔστη·
- καὶ ποδὸς ἰθυπόροιο πεποιθότες ὠκέι ταρσῷ
- κεκριμένοι στοιχηδὸν ἐφέστασαν· ἐκ δαπέδου δὲ
- ἄκρα χαρασσομένοιο μετάρσιον ἴχνος ἀείρας
- κισσὸς ἀελλήεντι ποδῶν κουφίζετο παλμῷ·
- τοῦ μὲν ἐπειγομένοιο μετάφρενον ἄσθματι θάλπων
- Ληνεὺς ἠερίῃσιν ἐπέτρεχε σύνδρομος αὔραις,
- ἀγχιφανὴς προθέοντος, ὀπισθοπόροιο δὲ ταρσοῦ