Commentarii in evangelium Joannis (lib. 19, 20, 28, 32)
Origen
Origen. Origenes Werke, Vol. 4. Preuschen, Erwin, editor. Leipzig: Hinrichs, 1903.
τὸ δ’ ὅμοιον [εἶναι] νοεῖν σε δεῖ, ἀλλὰ κατά τινα δικαίαν ἀναλογίαν, λεχθησόμενον πρὸς ἕκαστον τῶν πάντων ὃ ἔδωκεν τῷ υἱῷ ὁ πατὴρ εἰς τὰς χεῖρας· ἑκάστῳ μὲν γὰρ τῶν πάντων λεχθήσεται τὸ »Ἀκολουθήσεις δέ μοι ὕστερον«.
ἀλλ’ εἰ μὴ ἅμα ἀκολουθήσουσιν, οὐκ ἐπὶ τὸν αὐτὸν ἀναφέρεται καιρὸν τὸ ἑκάστῳ τῶν ἀκολουθησόντων αὐτῷ ἁρμόζον τὸ ὕστερον ἐν τῷ »Ἀκολουθήσεις δὲ ὕστερον«.
καὶ τοῦτό μοι νόει καὶ περὶ πάντων τῶν καταργουμένων, εἴτε ὅταν καταργήσῃ πᾶσαν ἀρχήν, εἴτε πᾶσαν ἐξουσίαν, εἴτε πᾶσαν δύναμιν, καὶ ἀπαξαπλῶς· »Ἄχρι οὗ θῇ πάντας »τοὺς ἐχθροὺς αὐτοῦ ὑπὸ τοὺς πόδας αὐτοῦ· ἔσχατος ἐχθρὸς »καταργηθήσεται ὁ θάνατος«.
»Εἰδὼς οὖν ὁ Ἰησοῦς ὅτι πάντα ἔδωκεν »αὐτῷ ὁ πατὴρ εἰς τὰς χεῖρας, καὶ ὅτι ἀπὸ θεοῦ ἐξῆλθεν καὶ πρὸς »τὸν θεὸν ὑπάγει«, καὶ εἰδὼς † ὅσον ἐφ’ οἷς κεκινήμεθα, ὡς διηγησάμεθα παριστάντες τὸ φανὲν ἡμῖν εἰς τὸ »Ἀπὸ τοῦ θεοῦ ἐξῆλθεν« καὶ εἰς τὸ »Πρὸς τὸν θεὸν ὑπάγει«, »ἐγείρεται, φησίν, ἐκ τοῦ »οδείπνου«, ὅπερ μετὰ τοῦτο κατανοήσωμεν μετὰ τῶν ἑξῆς.
καὶ ὅρα εἰ δύνασαι ἐν τούτοις λέγειν ὅτι ἀπεριστάτως μὲν αὐτὸν εὔφρανεν τὸ μετὰ τῶν μαθητῶν δειπνεῖν· περιστατικῶς δὲ καὶ ἀναγκαίως διὰ τοὺς μαθητὰς ἀπὸ τοῦ δείπνου ἐγείρεται, καὶ ἐπὶ ποσὸν τοῦ δειπνεῖν παύεται, ἕως τοὺς τῶν μαθητῶν καθαρίσῃ πόδας, οὐ δυναμένων ἔχειν μέρος μετ’ αὐτοῦ, ἐὰν μὴ αὐτὸς αὐτοὺς νίψῃ.
Τί οὖν λέγεται μετὰ τὸ »Ἐγείρεται ἐκ τοῦ δείπνου« κατανοήσωμεν. »Τίθησιν, φησί, τὰ ἱμάτια, καὶ λαβὼν λέντιον »διεζώσατο«.