Commentarii in evangelium Joannis (lib. 19, 20, 28, 32)
Origen
Origen. Origenes Werke, Vol. 4. Preuschen, Erwin, editor. Leipzig: Hinrichs, 1903.
κινεῖ δέ με εἰς τὸ τὴν καταργουμένην »πᾶσαν ἀρχὴν καὶ πᾶσαν ἐξουσίαν καὶ δύναμιν« εἶναι τὰ πρὸς ἃ ἡ πάλη τὸ ἐπιφερόμενον παρὰ τῷ Παύλῳ τούτοις τὸ »Δεῖ γὰρ αὐτὸν βασιλεύειν ἄχρι οὗ θῇ πάντας τοὺς ἐχθροὺς ὑπὸ »〈τοὺς〉 πόδας αὐτοῦ«. εἶτα· »Ἔσχατος ἐχθρὸς καταργεῖται ὁ »θάνατος«.
καὶ συνάδει γε τῷ »Πάντα ἔδωκεν αὐτῷ ὁ πατὴρ εἰς τὰς »χεῖρας αὐτοῦ«, ὅπερ σαφέστερον ἐκτιθέμενός φησιν ὁ ἀπόστολος· »Ὅταν δὲ εἴπῃ ὅτι πάντα ὑποτέτακται, δῆλον ὅτι ἐκτὸς τοῦ »ὑποτάξαντος αὐτῷ τὰ πάντα«.
εἰ δὲ ἅπαντα ὑποτέτακται, καὶ τοῦτο δῆλον, ὅτι »ὑποτέτακται πάντα ἐκτὸς τοῦ ὑποτάξαντος αὐτῷ τὰ »πάντα«· καὶ οὗτος περὶ οὗ γέγραπται· »Ἐνώπιον κυρίου »παντοκράτορος ἐτραχηλίασεν«, τῶν ὑποτασσομένων αὐτῷ ἔσται, νικηθεὶς ἐπὶ τῷ εἶξαι τῷ λόγῳ καὶ ὑποταγῆναι τῇ εἰκόνι τοῦ θεοῦ, καὶ γενέσθαι ὑποπόδιον τῶν Χριστοῦ ποδῶν.
τὴν τοίνυν οἰκονομίαν βλέπων ἐπὶ τὸ χρηστὸν τέλος ὁδεύουσαν ἤδη διὰ τὸ »Τοῦ διαβόλου »ἤδη βεβληκότος εἰς τὴν καρδίαν ἵνα παραδῷ αὐτὸν Ἰούδας Σίμωνος »Ἰσκαριώτης· ᾔδει ὅτι πάντα ἔδωκεν αὐτῷ ὁ πατήρ«, καὶ ἔδωκεν εἰς τὰς χωρούσας τὰ πάντα χεῖρας, ἵνα ᾖ τὰ πάντα αὐτῷ ὑποχείρια, ἢ πάντα ἔδωκεν αὐτῷ ὁ πατὴρ εἰς τὰς χεῖρας, τουτέστιν εἰς τὰς πράξεις αὐτοῦ καὶ τὰ ἀνδραγαθήματα· » Ὁ πατήρ μου, γάρ φησιν, »ἕως ἄρτι ἐργάζεται, κἀγὼ ἐργάζομαι«.
διὰ τὰ ἐξελθόντα δὲ ἀπὸ τοῦ θεοῦ ἐξῆλθεν ἀπὸ τοῦ θεοῦ, ἔξω γενομένου τοῦ θεοῦ καὶ τοῦ μὴ βουληθέντος προηγουμένως ἐξελθεῖν ἀπὸ | τοῦ πατρός, 〈ἵνα〉 ἔλθῃ τὰ ἐξελθόντα εἰς τὰς χεῖρας ὁδῷ καὶ τάξει τοῦ Ἰησοῦ, καὶ οἰκονομηθῇ πρὸς τὸν θεὸν ὑπάγειν ἀκολουθοῦντα αὐτῷ, διὰ τὸ ἀκολουθεῖν αὐτῷ ἐσόμενα πρὸς τὸν θεόν.
Πέτρῳ μὲν οὖν εἴρηταί ποτε· »Ὅπου ἐγὼ ὑπάγω, οὐ δύνασαί μοι νῦν 〈ἀκολουθῆσαι〉, ἀκο»λουθήσεις δὲ ὕστερον« (ἔτι γὰρ εἶχεν ὁ Πέτρος τὸ μὴ ἐπιτρέπον αὐτῷ ἀκολουθεῖν τῷ λόγῳ ἤδη τότε)·