Commentarii in evangelium Joannis (lib. 19, 20, 28, 32)

Origen

Origen. Origenes Werke, Vol. 4. Preuschen, Erwin, editor. Leipzig: Hinrichs, 1903.

διὸ τότε »Ἰούδας λαβὼν »σπεῖραν καὶ ἐκ τῶν ἀρχιερέων καὶ Φαρισαίων ὑπηρέτας, ἔρχεται »ἐκεῖ μετὰ φανῶν καὶ λαμπάδων καὶ ὅπλων«.

κατὰ τοῦτον δὲ τὸν τόπον τοῦ εὐαγγελίου δηλοῦται ὅτι εἰ μὲν ἐβούλετο μὴ ἁλῶναι, οὐκ ἂν κατεσχέθη· κατεσχέθη δὲ ταπεινώσας ἑαυτὸν καὶ γενόμενος ὑπή κοος τοῖς κα|τέχουσιν καὶ μέχρι τοῦ σταυροῦ.

ὁπότε γοῦν ἐξῆλθεν, καὶ λέγει τοῖς ἐλθοῦσιν εἰς τὸν κῆπον· » Τίνα ζητεῖτε; ἀπεκρίθησαν »αὐτῷ· Ἰησοῦν τὸν Ναζωραῖον«· καὶ ὡς μὲν »εἶπεν αὐτοῖς· Ἐγώ »εἰμι, [δυνάμεως] ἀπῆλθον εἰς τὰ ὀπίσω καὶ ἔπεσον χαμαί«.

εἶτα μετὰ τοῦτο, ὅτι ἐβουλήθη ἀναδέξασθαι τὴν ἐν τῷ πάθει οἰκονομίαν, πάλιν ἠρώτησεν αὐτούς· » Τίνα ζητεῖτε; οἱ δὲ εἶπον· Ἰησοῦν τὸν »Ναζωραῖον«.

καὶ μετ’ ὀλίγα· »Ἡ σπεῖρα καὶ ὁ χιλίαρχος καὶ οἱ »ὑπηρέται τῶν Ἰουδαίων συνέλαβον τὸν Ἰησοῦν« ἑκόντα, »καὶ ἔδησαν »αὐτὸν« παρέχοντα ἑαυτὸν τοῖς δεσμοῖς· εἰ γὰρ μὴ ἐβούλετο παθεῖν, εἶπεν ἂν πάλιν· »Ἐγώ εἰμι«· καὶ ἀπῆλθον ἂν οἱ τοσοῦτοι εἰς τὰ ὀπίσω καὶ πάντες ἔπεσον ἂν χαμαί.

ὥσπερ δὲ διὰ τῶν τοιούτων διδάσκει ἡμᾶς ἐν διωγμοῖς καὶ ταῖς καθ’ ἡμῶν ἐπιβουλαῖς ἀναχωρεῖν, οὕτως ἐν ἄλλοις εὕροις ἂν καὶ ἀπὸ τῶν νομιζομένων εἶναι ἐν κόσμῳ καλῶν ἀναχωροῦντα, ἵνα καὶ διὰ τούτων διδάξῃ φεύγειν τὰ ἐν κόσμῳ ἀξιώματα καὶ τὰς ἐν αὐτῷ ὑπεροχάς.