Commentarii in evangelium Joannis (lib. 19, 20, 28, 32)

Origen

Origen. Origenes Werke, Vol. 4. Preuschen, Erwin, editor. Leipzig: Hinrichs, 1903.

διόπερ ἀκουστέον οὐ μόνον τοῦ »Ἐὰν »διώκωσιν ὑμᾶς ἐν τῇ πόλει ταύτῃ, φεύγετε εἰς τὴν ἑτέραν« καὶ τῶν ἑξῆς, ἀλλὰ καὶ ὅτι ἡνίκα συνεβουλεύσαντο ἵνα ἀποκτείνωσιν τὸν Ἰησοῦν οἱ ἀρχιερεῖς καὶ οἱ Φαρισαῖοι,

τὸ εὐλόγιστον τηρῶν οὐκέτι παρρησίᾳ περιεπάτει ἐν τοῖς Ἰουδαίοις, ἀλλ’ οὐδὲ εἰς ἄλλην πόλιν ἀνεχώρησεν ὄχλων πεπληρωμένην, ἀλλά τινα ἀνακεχωρηκυῖαν.

γέγραπται γάρ· » Ὁ οὖν Ἰησοῦς οὐκέτι παρρησίᾳ περιεπάτει ἐν τοῖς »Ἰουδαίοις, ἀλλὰ ἀπῆλθεν ἐκεῖθεν εἰς τὴν χώραν ἐγγὺς τῆς ἐρήμου, »εἰς Ἐφραῒμ λεγομένην πόλιν«.

καὶ οὐ μόνος γε ἐκεῖ ἀπελήλυθεν, ἀλλὰ μηδεμίαν ἀφορμὴν διδοὺς τοῖς ζητοῦσιν αὐτὸν καὶ τοὺς μαθητὰς μεθ’ ἑαυτοῦ παρείληφεν καὶ »ἐκεῖ ἔμεινεν μετὰ τῶν

»μαθητῶν«.

τοιοῦτόν ἐστιν καὶ τὸ ἐν τῷ κατὰ Ματθαῖον γεγραμμένον, ὅτε »Ἀκούσας ὅτι Ἰωάννης παρεδόθη ἀνεχώρησεν εἰς τὴν »Γαλιλαίαν· καὶ καταλιπὼν τὴν Ναζαρέθ, ἐλθὼν κατῴκησεν εἰς »Καφαρναοὺμ τὴν παραθαλασσίαν, ἐν ὁρίοις Ζαβουλὼν καὶ Νεφθαλείμ«, καὶ ἐπὶ τὸν καιρὸν δὲ φθάσας τοῦ συλληφθῆναι, ἐτήρησεν ὑπὲρ τοῦ μὴ παρ’ ἑαυτὸν τοῦτο παθεῖν μήτε ἐν Ἱεροσολύμοις εὐρεθῆναι μήτε ἐν τῷ ἱερῷ, ἔνθα ἐδίδασκεν πολλάκις, μήτε ἐν ἄλλῳ τοιούτῳ τόπῳ· »Ἐξῆλθεν γὰρ σὺν τοῖς μαθηταῖς αὐτοῦ πέραν τοῦ χειμάρρου τῶν »Κεδρών, ὅπου ἦν κῆπος εἰς ὃν εἰσῆλθεν αὐτὸς καὶ οἱ μαθηταὶ »αὐτοῦ«.

οὕτω δὲ ἀνεχώρει κατ’ ἐκεῖνο καιροῦ καὶ οὐκ ἐδημοσίευεν, ὡς δεῖσθαι τοὺς ἀρχιερεῖς καὶ τοὺς Φαρισαίους, βουλομένους αὐτὸν συλλαβεῖν, τοῦ Ἰούδα, διὰ τὸ μεμαθητεῦσθαι αὐτῷ περιεργαζομένου καὶ τοὺς τόπους τῆς ἀναχωρήσεως αὐτοῦ.