Commentarii in evangelium Joannis (lib. 19, 20, 28, 32)

Origen

Origen. Origenes Werke, Vol. 4. Preuschen, Erwin, editor. Leipzig: Hinrichs, 1903.

εἰς δὲ τὸ περὶ τῆς νοητῆς ὀσμῆς θανάτου ἢ ὀσμῆς ζωῆς παρατηρεῖν δεήσει | τὸ ἀποστολικὸν οὕτως ἔχον· »Χριστοῦ εὐωδία ἐσμὲν τῷ θεῷ ἐν παντὶ τόπῳ, ἐν »τοῖς σωζομένοις καὶ ἐν τοῖς ἀπολλυμένοις· οἷς μὲν ὀσμὴ ἐκ θανάτου »εἰς θάνατον, οἷς δὲ ὀσμὴ ἐκ ζωῆς εἰς ζωήν«. εὐωδία μὲν γὰρ Χριστοῦ εἰσιν καὶ οὐδαμῶς δυσωδία ἐν παντὶ τόπῳ οἱ ἐν Χριστῷ ἄνθρωποι.

ἀλλ’ [ἐπεὶ] ὥσπερ ἡ σωματικὴ εὐωδία τινὰ τῶν ζῴων λέγεται ἀναιρεῖν, οὕτως διὰ τὴν προγενομένην κακίαν καὶ ἡ Χριστοῦ εὐωδία γένοιτο ἄν τισιν τοῖς ἐκ θανάτου εἰς θάνατον αὐτῶν, τοῖς ⟨δὲ⟩ ἐκ ζωῆς ἀποβαίνει εἰς ζωήν.

ταῦτα παρακείμενα ἡμῖν ἔδοξεν εἶναι τῇ ἐξετάσει τοῦ γεύεσθαι θανάτου καὶ τοῦ θεωρεῖν ἢ μὴ θεωρεῖν τὸν θάνατον.

μετὰ ταῦτα μὴ θεωροῦντες ὅσῳ ὑπερέχει Χριστὸς τῶν πατριαρχῶν καὶ τῶν προφητῶν, ἀλλὰ μηδὲ πιστεύοντες Χριστὸν εἶναι τὸν τηλικαῦτα διδάσκοντα, ἐπαποροῦσιν λέγοντες· »Μὴ σὺ μείζων εἶ τοῦ πατρὸς ἡμῶν Ἀβραάμ, ὅστις ἀπέθανεν;«

οὐχ ὁρῶσιν δὲ ὅτι οὐ μόνον ⟨μείζων⟩ τοῦ Ἀβραὰμ ἀλλὰ καὶ παντὸς ἐν γεννητοῖς γυναικῶν ὁ ἐκ τῆς παρθένου γεγεννημένος, καὶ τῶν προφητῶν πάντων ὁ προφητευόμενος ὑπ’ αὐτῶν, καὶ τῶν ἀποθανόντων ὁ ζωοποιήσας αὐτούς, οὐχ ἑαυτὸν ποιήσας τοιοῦτον ἀλλ’ ἀπὸ τοῦ πατρὸς λαβών.

»Ὥσπερ γὰρ ὁ πατὴρ ἔχει ζωὴν ἐν ἑαυτῷ, οὕτω »καὶ τῷ υἱῷ ζωὴν ἔδωκεν ἔχειν ἐν ἑαυτῷ«, οὐ δυναμένῳ ποιεῖν ἀφ’ ἑαυτοῦ οὐδὲ ἕν, καὶ ζητοῦντι τὸ θέλημα οὐ τὸ ἑαυτοῦ, ἀλλὰ τὸ θέλημα τοῦ πέμψαντος αὐτόν. καὶ τὸ » Τίνα οὖν σεαυτὸν ποιεῖς;« μὴ τεθεωρηκότων ἦν φωνὴ ὅτι οὐχ ἑαυτὸν ὁ Ἰησοῦς πεποίηκεν ὅπερ ἐστίν.

διόπερ καὶ πρὸς τοῦτο δοκεῖ μοι ἀποκρίνεσθαι, διδάσκων τίς αὐτὸν ἐποίησεν ὅπερ ἦν, τὸ »Ἐὰν ἐγὼ δοξάσω ἐμαυτόν, ἡ δόξα μου »οὐδέν ἐστιν· ἔστιν ὁ πατὴρ ὁ δοξάζων με.«