Commentarii in evangelium Joannis (lib. 19, 20, 28, 32)
Origen
Origen. Origenes Werke, Vol. 4. Preuschen, Erwin, editor. Leipzig: Hinrichs, 1903.
καὶ τὸ μὲν γευστὸν αὐτοῦ παρίστησιν τὸ » Εἰσίν τινες τῶν ὧδε ἑστώτων
»οἵτινες οὐ μὴ γεύσωνται θανάτου« καὶ τὰ ἑξῆς· τὸ δὲ ὁρατὸν τὸ »Ἐάν τις τὸν ἐμὸν λόγον τηρήσῃ, θάνατον οὐ μὴ θεωρήσῃ εἰς τὸν »αἰῶνα«.γεύεται δὲ θανάτου, καὶ οὐ γεύεται μόνον ἀλλὰ καὶ ἐμφορεῖται ὡς τροφῆς τοῦ θανάτου ὁ προφερόμενος τὰ ἐναντία τοῖς ῥήμασιν τῆς αἰωνίου ζωῆς.
καὶ ἐπαγγελία ἐστὶν μὴ γεύσεσθαι θανάτου τινὰ τῶν ἑστώτων ἐν τῷ δεικνυμένῳ ὑπὸ τοῦ Ἰησοῦ νοητῷ τόπῳ· παρατήρει γὰρ ὅτι οἱ τρεῖς τὸ » Εἰσί τινες τῶν ὧδε ἑστώτων« ἢ »Εἰσίν τινες τῶν ἑστηκότων ὧδε«, ἅμα εἰρήκασιν περὶ ὧν καὶ ἀνέγραψαν ὅτι »Οὐ γεύσονται θανάτου ἕως ἂν ἴδωσιν τὸν υἱὸν τοῦ »ἀνθρώπου ἐρχόμενον ἐν τῇ βασιλείᾳ αὐτοὺ« ἢ »Ἐν τῇ δόξῃ αὐτοῦ« ἢ »Ἕως ἂν ἴδωσιν τὴν βασιλείαν τοῦ θεοῦ ἐληλυθυῖαν ἐν δυνάμει«.
καὶ ἐπεὶ ὡς δυνατοῦ ὄντος τοῦ τὸν ἑστηκότα πεσεῖν εἴρηται· »Ὁ »δοκῶν ἑστάναι βλεπέτω μὴ πέσῃ«, διὰ τοῦτο οὐ περὶ πάντων τῶν ἑστηκότων ἀλλὰ περί τινων ἀναγέγραπται τὸ »Ἀμὴν λέγω ὑμῖν· »εἰσίν τινες τῶν ὧδε ἑστώτων«.
ἑστὼς μὲν οὖν τις οὐ γεύεται θα νάτου, τηρῶν τὸ ἑστηκέναι· τὸν δὲ λόγον παραλαβὼν καὶ τηρῶν θάνατον οὐ θεωρήσει.
Εἴπερ οὖν διαφορά τίς ἐστιν τοῦ γεύσασθαι θανάτου καὶ τοῦ θεωρεῖν τὸν θάνατον, ὡς οὐ συνετοὶ ἀκροαταὶ οἱ Ἰουδαῖοι συγχέοντες τὸν τοῦ κυρίου λόγον, ἀντὶ τοῦ » Θάνατον οὐ θεωρήσει« εἰρήκασιν· » Οὐ μὴ γεύσηται θανάτου« ἐπὶ τὴν ὑποδεεστέραν αἴσθησιν καταπεσόντες τῷ λόγῳ. ζητήσεις δὲ εἰ ὥσπερ ἔστιν θεωρεῖν θάνατον καὶ γεύεσθαι θανάτου, οὕτως καὶ κατὰ τὰ λοιπὰ αἰσθητήρια ἤτοι ἀκούειν θανάτου ἢ ὀσφραίνεσθαι θανάτου ἢ ἅπτεσθαι θανάτου· εἰ γὰρ αἱ χεῖρες τῶν ἀποστόλων ἐψηλάφησαν περὶ τοῦ λόγου τῆς ζωῆς, μή τι αἱ χεῖρες τῶν ψευδαποστόλων καὶ ἐργατῶν δολίων, μετασχηματιζομένων εἰς ἀγγέλους δικαιοσύνης, ψηλαφῶσιν περὶ τοῦ λόγου τοῦ θανάτου· καὶ εἰ τὰ πρόβατα Χριστοῦ ἀκούει τῆς φωνῆς αὐτοῦ, μήποτε τὰ μὴ αὐτοῦ πρόβατα, πρὸς οὓς λέγοι ἄν· » Ὑμεῖς οὐκ »ἐστὲ ἐκ τῶν προβάτων τῶν ἐμῶν«, ἀκούει τῆς φωνῆς τοῦ θανάτου.
ὅρα ⟨δὲ⟩ εἰ μὴ ὀσμὴ θανάτου ἐστὶν ἐν τοῖς ἀπὸ τῆς ἁμαρτίας μώλωψιν, περὶ ὧν εἴρηται· »Προσώζεσαν καὶ ἐσάπησαν οἱ μώλωπές
»μου« καὶ ὀσμὴ θανάτου ἐν τῷ Λαζάρῳ πρὶν ἀναστῆναι ἐκ νεκρῶν, ᾗς μὴ βουλόμενοι ὀσφραίνεσθαι οἱ ἀπόστολοι ἔλεγον τῷ σωτῆρι τὸ » Κύριε, ἤδη ὄζει· τεταρταῖος γάρ ἐστιν«.