Commentarii in evangelium Joannis (lib. 19, 20, 28, 32)

Origen

Origen. Origenes Werke, Vol. 4. Preuschen, Erwin, editor. Leipzig: Hinrichs, 1903.

σαφῶς οὖν διὰ τούτων δηλοῦται ὅτι 〈εἰ〉 πνεῦμά τί ἐστιν τὸ ψευδὲς πνεῦμα, πάντα ὅμοια εἴη ἂν ψευδῆ πνεύματα 〈τὰ〉 ἀπὸ τοῦ ψεύστου πατρὸς εἰληφότα τὸ εἶναι ψευδῆ πνεύματα, κατὰ τὸ ψεῦδος καὶ τὴν κακίαν, καὶ οὐχ ὅτι τὸ κατ’ οὐσίαν.

τὸ μὲν οὖν ἅγιον πνεῦμα ἢ ἀγγελικὸν πνεῦμα, ὅταν λαλῇ, οὐκ ἐκ τῶν ἰδίων λαλεῖ, ἀλλὰ ἀπὸ τοῦ λόγου τῆς ἀληθείας καὶ τῆς σοφίας· ὅπερ δηλοῦται καὶ ἐν τῷ κατὰ Ἰωάννην, ἔνθα περὶ τοῦ παρακλήτου διδάσκει καί φησιν· » Ἐκ τοῦ ἐμοῦ λήψεται καὶ ἀναγγελεῖ ὑμῖν«.

τὸ μέντοι ψεῦδος ὅταν λαλῇ, ἐκ τῶν ἰδίων λαλεῖ· ἐκ τῶν ἰδίων ἐλάλησεν καὶ τὸ ἐν τῇ τρίτῃ τῶν Βασιλειῶν ψευδὲς πνεῦμα ἀπατῶν τὸν Ἀχαάβ.

πλὴν παρατήρει ὅτι 〈τὸ〉 ›ψεύστης‹· ὄνομα ὁμοίως τέτακται ἐπί τε τοῦ γεννήσαντος τὸ ψεῦδος διαβόλου καὶ ἐπὶ τοῦ ἀνθρώπου· ἐνθάδε μὲν γὰρ 〈οὐ〉 περὶ τοῦ ἀνθρώπου λέγεται τὸ »Ὅτι ψεύστης ἐστὶν καὶ ὁ πατὴρ αὐτοῦ«, ἐν δὲ Ψαλμοῖς τὸ »Ἐγὼ δὲ εἶπον ἐν τῇ ἐκστάσει μου· Πᾶς ἄνθρωπος

»ψεύστης.

ταῦτα δὲ παρεθέμεθα ἵνα πάσῃ δυνάμει φεύγωμεν τὸ εἶναι ἄνθρωποι καὶ σπεύδωμεν γενέσθαι ›θεοί‹, ἐπείπερ ὅσον ἐσμὲν ἄνθρωποι, ψεῦσται ἐσμέν, ὡς καὶ ὁ πατὴρ τοῦ ψεύδους ψεύστης ἐστίν.

ὅμοιον δέ ἐστιν τὸ μετέχειν ἡμᾶς ἑνὸς καὶ τοῦ αὐτοῦ ὀνόματος καὶ τοῦ σημαινομένου ὑπὸ τοῦ ὀνόματος πράγματος· ἡμᾶς λέγω, ἐὰν ἔτι μένωμεν ἄνθρωποι, καὶ τὸν διάβολον, ὃς ψεύστης εἴρηται.

(24) Εἰ μεμνήμεθα πρὸς τίνας ἐστὶν ὁ λόγος, οτι πρὸς τοὺς πεπιστευκότας αὐτῷ Ἰουδαίους, ἐπαγγελίαν λαμβάνοντας ὅτι ἐὰν μένωσιν ἐν τῷ λόγῳ τοῦ Ἰησοῦ τότε ἀληθῶς αὐτοῦ εἰσι μαθηταὶ καὶ γνώσονται τὴν ἀλήθειαν ἐλευθεροῦσαν αὐτούς, ἐπαπορήσομεν πῶς τοῖς τοιούτοις φησίν· »Ἐγὼ δὲ ὅτι τὴν ἀλήθειαν λέγω, οὐ πιστεύετέ μοι«.