Commentarii in evangelium Joannis (lib. 19, 20, 28, 32)
Origen
Origen. Origenes Werke, Vol. 4. Preuschen, Erwin, editor. Leipzig: Hinrichs, 1903.
πάντες δὲ τοιοῦτοι οἱ ἔτι ποιοῦντες ἁμαρτίας, κἂν λέγωσιν εἶναι Χριστοῦ· »Πᾶς γὰρ ὁ ποιῶν τὴν ἁμαρτίαν »ἐκ τοῦ διαβόλου γεγέννηται«.
(23) Προλαβόντες μὲν εἰς τὸ »Ὑμεῖς ἐκ τοῦ πατρὸς τοῦ διαβόλου ἐστέ« ἐμνημονεύσαμεν τοῦ ῥητοῦ καὶ τὰ ὑποπεσόντα ἡμῖν εἰς αὐτὸ εἰρήκαμεν, ζητοῦντες τί τὸ ψεῦδος καὶ τὸν πατέρα αὐτοῦ· συνεξεταζέσθω δὲ καὶ τὰ λεχθησόμενα νῦν ἐκείνοις.
πᾶν πνεῦμα πονηρὸν καὶ ἀπατηλὸν νομίζω εἶναι ψεῦδος, καὶ ἕκαστον τούτων ὅταν λαλῇ, ἐκ τῶν ἰδίων καὶ μηδαμῶς ἐκ τῶν τοῦ θεοῦ λαλεῖν· τούτων δὲ ὁ ψεύστης πατήρ, ὁ διάβολος, ἐστίν·
πόθεν δὲ ἐκινήθημεν
εἰς τὸ πᾶν χεῖρον πνεῦμα ψευδὲς εἰπεῖν νῦν παραθησόμεθα· γέγραπται ἐν τῇ τρίτῃ τῶν Βασιλειῶν ὡς ἄρα εἶπεν Μιχαίας κληθεὶς ὑπὸ τοῦ Ἀχαὰβ εἰς τὸ προφητεῦσαι περὶ τοῦ πότερον αὐτῷ καθήκει πορευθῆναι εἰς Ῥαμμὼθ Γαλαὰδ εἰς πόλεμον ἢ ἐπισχεῖν, τὸ » Εἶδον »θεὸν Ἰσραὴλ καθήμενον ἐπὶ θρόνου αὐτοῦ, καὶ πᾶσα ἡ στρατεία τοῦ »οὐρανοῦ ἱστήκει περὶ αὐτὸν ἐκ δεξιῶν αὐτοῦ καὶ ἐξ εὐωνύμων αὐτοῦ.»καὶ εἶπεν· Τίς ἀπατήσει τὸν Ἀχαὰβ βασιλέα Ἰσραήλ, καὶ ἀναβήσεται »καὶ πεσεῖται ἐν Ῥαμμὼθ Γαλαάδ; καὶ εἶπεν οὗτος 〈οὕτως〉 [ἐν σοί.] »καὶ ἐξῆλθεν πνεῦμα καὶ ἔστη ἐνώπιον κυρίου καὶ εἶπεν· Ἐγὼ »ἀπατήσω αὐτόν.
καὶ εἶπεν πρὸς αὐτὸν κύριος· Ἐν τίνι; καὶ εἶπεν· »Ἐξελεύσομαι καὶ ἔσομαι πνεῦμα ψευδὲς εἰς τὸ στόμα πάντων τῶν »προφητῶν σου τούτων.«
καὶ ἐν τῇ δευτέρᾳ τῶν Παραλειπομένων ὁ αὐτὸς Μι|χαίας πρὸς τὸν Ἀχαάβ φησι καὶ τὸν Ἰωσαφάτ· »Ἀκούσατε »λόγον κυρίου. εἶδον τὸν κύριον καθήμενον ἐπὶ θρόνου αὐτοῦ, καὶ »πᾶσα δύναμις τοῦ οὐρανοῦ ἱστήκει ἐκ δεξιῶν αὐτοῦ καὶ ἐξ »ἀριστερῶν αὐτοῦ. καὶ εἶπεν κύριος· Τίς ἀπατήσει τὸν Ἀχαὰβ βασιλέα »Ἰσραήλ, καὶ ἀναβήσεται καὶ πεσεῖται ἐν Ῥαμμὼθ Γαλαάδ; καὶ εἶπεν· »οὗτος οὕτως. καὶ ἐξῆλθεν πνεῦμα καὶ ἔστη ἐνώπιον κυρίου καὶ »εἶπεν· Ἐγὼ ἀπατήσω αὐτόν. καὶ εἶπεν κύριος· Ἐν τίνι; καὶ εἶπεν· »Ἐξελεύσομαι καὶ ἔσομαι πνεῦμα ψευδὲς ἐν στόματι πάντων τῶν »προφητῶν αὐτοῦ«.