Commentarii in evangelium Joannis (lib. 19, 20, 28, 32)

Origen

Origen. Origenes Werke, Vol. 4. Preuschen, Erwin, editor. Leipzig: Hinrichs, 1903.

καὶ ἐπισφαλὲς 〈δὲ〉 διὰ τὸ δεῖν τὸν οἰκονόμον τῶν τοῦ θεοῦ μυστηρίων καὶ τὸν καιρὸν ζητεῖν τῆς προσαγωγῆς τῶν τοιούτων δογμάτων, 〈μὴ〉 βλάπτοντα τὸν ἀκούοντα, καὶ τὸ μέτρον περιαθρεῖν τοῦ ἐλλείποντος ἢ πλεονάζοντος, κἂν ὁ καιρὸς τηρῆται, παρὰ τὸν ὀρθὸν λόγον γινομένου, καὶ ἐπιμελέστερον ἐξετάζειν πότερον σύνδουλοί εἰσιν οἷς παραδίδοται τὰ τοιαῦτα, ἢ δοῦλοι ἄλλου τινὸς παρὰ τὸν κύριον τῶν κυριευόντων.

ὅτι δὲ δεῖ πάντα ταῦτα ἐξετάζειν τὸν οἰκονόμον

τῶν μυστηρίων τοῦ θεοῦ παρίστησιν ἡ φάσκουσα λέξις· » Τίς ἄρα »ἐστὶν ὁ πιστὸς καὶ φρόνιμος οἰκονόμος, ὃν καταστήσει ὁ κύριος »ἐπὶ τῆς οἰκετίας αὐτοῦ, τοῦ διδόναι ἐν καιρῷ τὸ σιτομέτριον τοῖς »συνδούλοις ἑαυτοῦ;« οὐ πάντες οὖν εἰσιν ἄνθρωποι σπέρμα τοῦ Ἀβραάμ· οὐδὲ γὰρ ἔχουσιν τοὺς λόγους ἐγκατεσπαρμένους αὐτῶν ταῖς ψυχαῖς, δυναμένους, εἰ γεωργηθεῖεν, ποιῆσαι τέκνα τοῦ Ἀβραάμ.