Commentarii in evangelium Joannis (lib. 19, 20, 28, 32)
Origen
Origen. Origenes Werke, Vol. 4. Preuschen, Erwin, editor. Leipzig: Hinrichs, 1903.
ἐπεὶ δὲ ἀπὸ ἤθους κρίνεται καὶ ἔργων τὰ τέκνα τοῦ Ἀβραάμ, μήποτε ἀπό τινων σπερματικῶν λόγων, συγκαταβαλλομένων τισὶν ὡς οἶμαι ψυχαῖς, δεῖ χαρακτηρίζειν τοὺς ὄντας σπέρμα τοῦ Ἀβραάμ. καὶ εἴπερ, ὡς κατὰ τὸ σωματικὸν οὐ πάντες ἄνθρωποι σπέρμα εἰσὶν τοῦ Ἀβραάμ, οὕτω 〈καὶ〉 κατὰ τὰ νῦν ἀποδιδόμενα περὶ τοῦ τίνες εἰσὶν σπέρμα τοῦ Ἀβραάμ, δῆλον ὅτι οὐ πάντες ἄνθρωποι μετὰ πάντη σπερματικῶν λόγων τῶν [αὐτῶν] ἐγκατασπαρέντων αὐτῶν ταῖς ψυχαῖς τῷ βίῳ τῶν ἀνθρώπων ἐπιδεδημήκασιν.
τὴν δὲ τούτων αἰτίαν κατὰ μεγάλας κρίσεις καὶ δυσδιηγήτους, θεωρουμένας ὑπὸ τῶν εἰληφότων τὸν Χριστοῦ νοῦν, ἵνα ἴδωσιν τὰ ὑπὸ τοῦ θεοῦ χαρισθέντα αὐτοῖς, ὀλίγοις ἐστὶν δυνατὸν καταλαβεῖν τοῖς ἐπιμελέστερον τὰ πρὸ γενέσεως καὶ τὰ ἐν γενέσει περὶ ἑκάστου διειληφόσιν· καὶ ἐπεὶ ταράξαι ἂν τινα τὰ τοιαῦτα, συνέντα μὲν ταῦτα, μὴ ἀκριβοῦντα δέ, κινδύνῳ παραβαλοῦμεν ἑαυτοὺς τῷ περὶ τῶν τοιούτων, ἔνθα τὸ λέγειν καὶ ἀναπτύσσειν τὰ τοιαῦτά ἐστιν ἐπισφαλές, | κἂν ἀληθεύηται.