Commentarii in evangelium Joannis (lib. 19, 20, 28, 32)
Origen
Origen. Origenes Werke, Vol. 4. Preuschen, Erwin, editor. Leipzig: Hinrichs, 1903.
ὅσον δὲ ἐπὶ τῷ κόσμου ⟨τόπους〉 τόποις κόσμου συνεξετάζεσθαι, εἶεν ἄν τινες τόποι οἱ κάτῳ καὶ ἄλλοι ἄνω· τά μὲν γὰρ περίγεια κάτω ἐστίν, τὰ δὲ οὐράνια ἄνω, ὡς κατὰ τοῦτο τὸν μὲν ἐκ τῶν κάτω πάντως εἶναι ἐκ τοῦ κόσμου τούτου, τὸν δὲ ἐκ τοῦ κόσμου τούτου μὴ πάντως εἶναι ἐκ τῶν κάτω.
ὁ γὰρ πολίτης τῶν οὐρανίων ὅρα εἰ ἔστιν μέν πως ἐκ τοῦ κόσμου τούτου, οὐ μὴν ἐκ τῶν τοπικῶς κάτω. πλὴν καὶ αὐτὸς ὡς πρὸς σύγκρισιν τῶν νοητῶν ἐκ τῶν κάτω· καὶ γὰρ πᾶς ὁ τῶν βλεπομένων πολίτης καὶ παρερχο
μένων καὶ προσκαίρων ἐκ τῶν κάτω ἐστίν, κἂν ἐν συγκρίσει τόπων ἐκ τῶν ἀνωτάτω τυγχάνῃ.ἔξεστιν μέντοι γε τὸν ἐκ τῶν κάτω καὶ ἐκ τοῦ κόσμου τούτου καὶ ἐκ τῆς γῆς μεταβαλεῖν καὶ γενέσθαι ἐκ τῶν ἄνω καὶ μηκέτι ἐκ τοῦ κόσμου τούτου, καὶ ἄλλον ἐκ μὲν τοῦ κόσμου τούτου, ἐκ τοῦ οὐρανοῦ δέ.
φησὶ γοῦν τοῖς μαθηταῖς· ›Ἐκ τοῦ κόσμου ἦτε, κἀγὼ ἐξελεξάμην ὑμᾶς ἐκ τοῦ κόσμου, καὶ οὐκέτι ἐστὲ ἐκ τοῦ κόσμου‹· εἴπερ γὰρ ἦλθεν ὁ σωτὴρ ζητῆσαι καὶ σῶσαι τὸ ἀπολωλός, ἦλθεν τοὺς κάτω καὶ πολιτογραφηθέντας ἐν τοῖς κάτω μεταστῆσαι ἐπὶ τὰ ἄνω.
καὶ γὰρ εἰς τὰ κατώτερα μέρη τῆς γῆς ὁ καταβὰς αὐτός ἐστιν διὰ τοὺς ἐν τοῖς κατωτάτω τῆς γῆς· ἀλλὰ καὶ ἀνέβη ὑπεράνω πάντων τῶν οὐρανῶν, ὁδοποιῶν τοῖς βουλομένοις καὶ γνησίως αὐτῷ μαθητευομένοις τὴν φέρουσαν ὁδὸν ἐπὶ τὰ ὑπεράνω πάντων τῶν οὐρανῶν, τοῦτ’ ἔστιν ἐπὶ τὰ ἔξω σωμάτων.