Commentarii in evangelium Joannis (lib. 19, 20, 28, 32)

Origen

Origen. Origenes Werke, Vol. 4. Preuschen, Erwin, editor. Leipzig: Hinrichs, 1903.

ἅμα δὲ παρατηρήσεις ὅτι κἀκεῖ οὐκ εἶπεν· Ὁ ὢν ἐκ τοῦ οὐρανοῦ ἐκ τοῦ οὐρανοῦ ἐστιν καὶ ἐκ τοῦ οὐρανοῦ λαλεῖ· τάχα γὰρ ὁ σωτὴρ οὐκ ἐκ τοῦ οὐρανοῦ ἦν, μάλιστα καθ’ ὃ πρωτότοκος πάσης κτίσεως ἦν. † τὸ γὰρ »Ἐκ τοῦ οὐρανοῦ« ὁ δεύτερος ἄνθρωπος ἦν ἐξ οὐρανοῦ, ὡς καὶ ὁ Παῦλός πού φησιν· »Ὁ πρῶτος »ἄνθρωπος ἐκ γῆς χοϊκός· ὁ δεύτερος ἄνθρωπος ἐξ οὐρανοῦ«.

καὶ ἐνθάδε δὲ ἐπιστήσεις πότερόν ποτε ταὐτὸ λέγει ἐν τῷ »Ὑμεῖς ἐκ τῶν »κάτω ἐστέ« καὶ »Ὑμεῖς ἐκ τούτου τοῦ κόσμου ἐστέ« ἢ ἕτερόν ἐστιν τὸ εἶναι ἐκ τῆς γῆς παρὰ τὸ εἶναι ἐκ τοῦ κόσμου τούτου. τὸ δ’ ὅμοιον ζητήσεις καὶ ἐν τῷ »Ἐγὼ ἐκ τῶν ἄνω εἰμί« καὶ »Ἐγὼ οὐκ »εἰμὶ ἐκ τοῦ κόσμου τούτου«. | ἄξιον γὰρ ἰδεῖν τί τὸ ἐκ τῶν ἄνω εἶναι καὶ τί τὸ μὴ ἐκ τοῦ κόσμου τούτου εἶναι.

ὅρα τοίνυν εἰ μὴ ὁ τὴν ἀπὸ ὕλης γένεσιν καὶ σωμάτων ἀνειληφὼς τῷ καταλελοιπέναι τὰ κρείττονα ἐκ τῆς γῆς ἐστιν· ὅστις ὅσον ἐστὶν ἐκ τῆς γῆς ἐκ τῆς γῆς λαλεῖ, ὑψηλότερόν τι μὴ δυνάμενος βλέπειν ἢ λέγειν· ὁ δ’ αὐτὸς καὶ ἐκ τῶν κάτω ἐστίν.

ἄλλη μέντοι γε ἡ ἐπίνοια ἡ ἐκ τῶν κάτω καὶ τῆς γῆς. κάτω γὰρ ὥσπερ τόπῳ τινὶ νοεῖται οὕτως καὶ δόγμασιν καὶ διανοίᾳ· καὶ πᾶς γε ὁ τοιούτοις δόγμασιν καὶ διανοίᾳ χρώμενος, ἅτινά ἐστιν ἐκ τῶν κάτω, ἐκ τῶν κάτω ἐστίν.

ἀλλὰ καὶ ὁ δεικνύμενος κόσμος, ὑλικὸς γενόμενος, διὰ τοὺς δεηθέντας τῆς ἐνύλου ζωῆς τόπους μὲν ἔχει διαφόρους, οἵτινες πάντες ὡς μὲν πρὸς τὰ ἄϋλα καὶ τὰ ἀόρατα καὶ τὰ ἀσώματα κάτω εἰσίν, οὐ τοσοῦτον τόπῳ ὅσον τῇ πρὸς τὰ ἀόρατα συγκρίσει.