Excerpta in Psalmos [Dub.]

Origen

Origenes. Origenis Opera Omnia, Volume 7 (Patrologia Graeca, Tomus 17). La Rue, Charles de, editor; La Rue, Charles Vincent de, editor. Paris: J. P. Migne, 1857.

Στίχ. ι΄. Ἐρῶ Θεῷ· Ἀντιλήπτωρ μου εἶ Διὰ τί μου ἐπελάθου; Καὶ ἵνα τί σκυθρωπάζων πορεύομαι, ἐν τῷ ἐκθλίβειν τὸν ἐχθρόν;

Στίχ. ια΄. Ἐν τῷ καταθλᾶσθαι τὰ ὀστᾶ μου, ὠνείδιζόν με οἱ ἐχθροί μου ἐν τῷ λέγειν αὐτούς μοι καθ᾿ ἑκάστην ἡμέραν· Ποῦ ἐστιν ὁ Θεός σου;

Οὐχ ὁρῶμεν δὲ πάντες πῶς ἐλεεῖ ὁ Θεός. Καὶ πολλάκις πρὸς τὰ κατʼ ἐλεημοσύνην αὐτοῦ γινόμενα, τῷ ἐπίπονα εἶναι, οὐχ ἡδέως ἔχοντες, οὐδὲ ἔλεον εἶναι νομίζομεν. Διὸ λέγομεν· Διὰ τί μου ἐπελάθου; Ὁ δὲ διειληφὼς, ὅτι πᾶν ὃ ἐπάγει ὁ Θεὸς συμφερόντως ἐπάγει, οὐδὲν ἐρεῖ τοιοῦτον, εἰδὼς, ὅτι τὴν μετάνοιαν αὐτοῦ, καὶ τὴν ὠφέλειαν πραγματευόμενος ὁ Θεὸς, τοῦτο ποιεῖ. Ἀλλʼ ὅπερ ἐλέγομεν, ὁ μεταγινώσκων λαὸς πυνθάνεται τοῦ Θεοῦ, διὰ τί αὐτὸν ἐγκαταλέλοιπεν οὕτως ἐκθλιβόμενον καὶ σκυθρωπάζοντα. (80) Τί τὸ αἴτιον τῆς τοιαύτης ἐγκαταλείψεως; οὐ τὸ τυχὸν γὰρ ἔοικεν εἶναι. Ὁ μέντοι λέγων· Διὰ τί μου ἐπελάθου; θαῤῥεῖν ἔοικεν, ὡς μηδὲν πεποιηκὼς, διʼ ἃ ἐπιλανθάνεται ὁ Θεός. Πάνυ δὲ λυπεῖ τὸν δίκαιον τὸ, Ποῦ; ἐπὶ Θεοῦ λεγόμενον, ὅπερ ἐστὶ σημαντικὸν τόπου. Τῆς γὰρ ἐσχάτης ἀνοίας τὸ ἐν τόπῳ νομίζειν εἶναι τὸν Θεόν. Ὅγκῳ γὰρ συνυφίσταται τόπος· ὄγκου δὲ τὸ Θεῖον ἐλεύθερον. Οὗιοι δὲ τῆς εὐχῆς οἱ λόγοι καὶ τῷ ἐν Βαβυλῶνι λαῷ ἁρμόζουσιν. Ἀεὶ γὰρ, φησὶ,

137
τῆς σῆς προνοίας τυχὼν, καὶ νῦν γυμνωθεὶς, ἀποδύρομαι, μὴ φέρων τοὺς πολεμίους ἐπὶ πληγαῖς καὶ δεσμοῖς καὶ τῶν ἐμῶν ὀστέων τῇ συντριβῇ λέγοντας· Ποῦ ἐστιν ὁ Θεός σου; διὰ τὴν ἀσθένειαν ταῦτά με πάσχειν ὑπολαμβάνοντας. Ἠθικώτερον δέ· Ὅταν οἱ ἐχθροὶ ἡμῶν δαίμονες διὰ τῆς ἁμαρτίας τὰ ὀστᾶ ἡμῶν συντρίψωσι, τουτέστι τὰς τῆς ψυχῆς δυνάμεις· τότε τὸν Θεὸν ἐπίτηδες πρὸς ἡμᾶς ὡς ἀσθενῆ διαβάλλουσιν, ἵνα, τῆς πρὸς αὐτὸν ἐλπίδος ἀποστήσαντες, ἰχμαλώτους καὶ δούλους παραλάβωσι. Καὶ τοῦτο καθ᾿ ἑκάστην ἡμέραν, τουτέστι διηνεκῶς, ποιοῦσι. Τί οὖν χρὴ ποιεῖν; Μὴ ἐκπίπτειν εἰς ἀπόγνωσιν· ἀλλʼ ἐλπίζειν ἐπὶ τὸ ἔλεος τοῦ Θεοῦ, καθὼς ἐν τοῖς ἑξῆς διδασκόμεθα.

Στίχ. ζ΄. Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην.

Οὐκ ἐν τῇ γαστρὶ μόνον, ἀλλʼ ἐπειδὴ παρέλαβόν με τὰ ἔργα τῆς ἀνομίας, τὰ τοῦ φόνου, καὶ τὰ τῆς ἀλλοτρίας κοίτης ἣν παρανόμως ἐσύλησα.

Στίχ. η΄. Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας.

Ὁ νοῦς οὗτος· Σὺ, φησὶ, Κύριε, ἀληθὴς ὢν καὶ ἀλήθειαν ἀγαπῶν, βουλόμενος ἡμᾶς ἐν ἀληθείᾳ διάγειν, ἀποκαθαριεῖς ἡμᾶς τῆς ἀρχαίας ἁμαρτίας· καὶ οὕτως ἀποκαθαρίσεις ὡς ὑπὲρ χιόνα λευκανθῆναι· ἡ δὲ ἀποκάθαρσις ἡμῖν διʼ ὑσσώπου γενήσεται· ὑσσώπῳ δὲ ἡ τοῦ ἁγίου Πνεύματος ἐνέργεια ἀφομοιοῦται, θερμαίνουσα καὶ πάντα τὸν ἐν ἡμῖν ῥύπον ἀποσμήχουσα· ἰδοὺ γὰρ ἀποταξαμένου μου τῷ Σατανᾷ. — Ἠγάπησας. Σοφία μὲν τοῦ Πατρὸς δηλονότι ὁ Λόγος· ἄδηλα δὲ καὶ κρύφια τοῦ Λόγου, ὁ τῆς ἐνανθρωπήσεως Λόγος· καὶ ἐπὶ τούτοις πᾶσιν ἀμελήσας ὠλίσθησα καὶ κατέπεσον. Οὕτω δὲ, φησὶ, κρινεῖς· καὶ τοὺς μὲν κολάσεις, τοὺς δὲ στεφανώσεις, ἐπειδὴ τὴν ἀλήθειαν στέργεις· τὴν δὲ ἀλήθειαν στέργων, καὶ τῆς φύσεως εἰδὼς τὴν ἀσθένειαν, μετάδος (81) συγγνώμην τοῖς αἰτοῦσι τὰ φάρμακα· ὅτι σοφιστικῶς ἕξει γεγυμνασμένος ἐπὶ θεωρίᾳ τῆς ἀληθείας· τὸ μέγεθος αὐτῆς γνοὺς, ἀγάπην πρὸς ἑαυτὴν ἔσχε τελείαν· οἱ μὴ γὰρ τοῖς ψεύδεσιν ἐγγυμνασάμενοι, διορατικώτεροι γεγενημένοι καθορῶσι τῆς ἀληθείας τὸ ἀξιάγαστον κάλλος· οἷός ἐστι Μωϋσῆς καὶ Δανιήλ· μετὰ γὰρ τὸ πειραθῆναι σοφιστικῶν λόγων, ἐπʼ αὐτὴν τὴν ἀληθῆ σοφίαν ἀναβάντες, ὑπὸ τοῦ Θεοῦ μαρτυρίαν ἔσχον, ὡς ὄντες τέλειοι σοφοί· δηλώσαντος αὐτοῖς τοῦ Θεοῦ τὰ ἄδηλα καὶ κρύφια τῆς σοφίας αὐτοῦ, ὡς μηδὲν αὐτοῖς ἀσαφὲς ἢ ἀπεσκιασμένον εἶναι· ταύτης τῆς ἕξεως καὶ ὁ Λαυῒδ τυγχάνειν . . . διὰ τοῦ προκειμένου στοίχου· Οὐ γὰρ μόνον με τοῖς βιωτικοῖς ἐνίδρυσας θώκοις, ἀλλὰ καὶ προφητικῆς ἠξίωσας χάριτος, καὶ τὰ μικρὸν ἐσόμενα προδεδήλωκας, καὶ τὰ τοῖς ἅλλοις ἀπόῤῥητα ἐμοὶ δῆλα πεποίηκας, τήν τε τοῦ Μονογενοῦς σου ἐνανθρώπησιν, καὶ τῆς οἰκουμένης ἐκεῖθιν τὴν σωτηρίαν.

[*]((81) Forte μεταδίδως.)
140

Στίχ. λ΄. Ἔτι τῆς βρώσεως οὕσης ἐν τῷ στόματι αὐτων.

Στίχ. λα΄. Ὀργὴ τοῦ Θεοῦ ἀνέβη ἐπʼ αὐτοὺς, καὶ. ἀπέκτεινε τοῖς (82) πλείοσιν αὐτῶν· καὶ τοὺς ἐκλεκτοὺς τοῦ Ἰσραὴλ συνεπόδισεν.

Ἰδόντες τὴν ὀρτυγομήτραν Ἑβραῖοι, οὐκ ἐπίστευσαν τῇ τοῦ Θεοῦ ἐπαγγελίᾳ, ὑποσχομένου μέχρι μηνὸς διαθρέψαι αὐτοὺς εἰς πλησμονήν. Ἀλλὰ, φοβηθέντες μήποτε ἀποπτῇ ἢ ἀναλωθῇ πάλιν, Ἔψυξαν, φησὶ. ἐαυτος ψυγμοὺς κύκλῳ τῆς παρεμβολῆς. Καὶ τὰ κρέα ἔτι ἦν ἐν τοῖς ὀδοῦσιν αὐτῶν, πρὶν ἢ ἐκλι πεῖν· κοὶ Κύριος ἐθυμώθη εἰς τόν λαόν. Καὶ ἐπάταξε Κόριος τὸν λαὸν πληγῇ μεγάλῃ σφόδρα. Πληγὴ δὲ μεγάλη, ὁ πολλῶν θάνατος, κατὰ τὸ εἰρημένον ἐνταῦθα· ὅτι Ἀπέκτεινεν ἐν τοῖς πλείοσι, τουτέστι πολλούς. Ἀλλʼ ὢ τῆς ἀγνωμοσύνης! Πρὶν ἢ δαπανηθῆναι τὰ ἐν τοῖς ὀδοῦσιν αὐτῶν κρέα, ἠπίστησαν ἐπιλαθόμενοι τῆς τοῦ Θεοῦ δυνάμεως. Διὸ τῆς μὲν ἐπιθυμίας αὐτῶν ἐνεπλήσθησαν εἰς ἔνδειξιν τῆς περὶ αὐτοὺς θείας προνοίας· ἀπέβη δὲ αὐτοῖς, διὰ τὴν ἀπιστίαν καὶ ἀπληστίαν, εἰς νόσον χολέρας, ὑφʼ ἧς πολλοὶ διεφθάρησαν· ὧν τὸ ὑπόδειγμα αὐτοῖς τε ἐκείνοις, καὶ τοῖς πρὸς ἐκείνους ὁρῶσιν, ἱκανὸν πρὸς σωφροσύνην ἐγένετο.

Τὸ δὲ, ἐν τοῖς πλείοσιν, Ἀκύλας καὶ Σύμμαχος. ἐν τοῖς πίοσί καὶ λιπαροτέροις, ἐξέδωκαν, τοὺς πλουσιωτέρους τοῦ λαοῦ καὶ ἰσχυροτέρους οὕτως ὀνομάσαντες. Εἰκὸς γὰρ αὐτοὺς διὰ τοῦτο ἀπληστοτέρως ἐμφορεῖσθαι. Κατὰ δὲ τοὺς Ἑβδομήκοντα, ἐν τοῖς πλείοσιν ἀπέκτεινεν, τουτέστι πολλοὺς, οὓς καὶ ἐκλεκτοὺς ἐκάλεσεν ὁ Δαυῒδ, ὡς πολεμιστάς. Οἱ δὲ ἦσαν ἑξακόσιαι χιλιάδες καὶ πεντακόσιοι καὶ πεντήκοντα ἀπὸ εἰκοσαετοῦς καὶ ἀνωτέρω, χωρὶς τῆς κατωτέρας ἡλικίας, καὶ τῶν γυναικῶν, καὶ ὅλης τῆς φυλῆς τοῦ Λευί. Τούτους ἅπαντας ἔθρεψεν ὁ Θεὸς εἰς κόρον ἐπὶ πολύ. Ἔφη γάρ· Ἔως μηνὸς ἡμερῶν φάγεσθε, ἕως ἂν ἐξέλθῃ ἐκ τῶν μυκτήρων ὑμῶν. Ὁρῶν λαὸν ἐπιθυμητὴν, καὶ καθᾶραι αὐτὸν ἀπὸ τῆς ἐπιθυμίας βουλόμενος, ἑώρα ὅτι λόγῳ διδασκαλικῷ οὐ καθαίρεται, ἀλλʼ αὐτῇ τῇ ἐπιθυμίᾳ γενομένῃ προσκορεῖ. Πάντων γὰρ κόρος ἐστὶν, οὐχ ὕπνου μόνον, ἀλλὰ καὶ βρωμάτων. Διὸ ἔπεμψεν αὐτοῖς ὀρτυγομήτραν ἐπὶ τριάκοντα ἡμέρας· οἱ δὲ, τῇ ἀπληστίᾳ χρησάμενοι, χολερικῷ πάθει ἐφθείροντο.

Δὶς δὲ εὑρίσκω τὸν λαὸν φαγόντα ὀρτυγομήτραν· ἅπαξ μὲν ἡνίκα εὐθέως ἐξῆλθον ἐκ γῆς Αἰγύπτου· τὸ δὲ δεύτερον, ὡς ἐν τοῖς Ἀριθμοῖς ἀναγέγραπται, ἡνίκα κακῶς εἶπον τὸν ἄρτον τοῦ Θεοῦ, καὶ διάκενον αὐτὸν ὠνόμασαν· ὅτε καὶ ὀργὴ ἀνέβη ἐπʼ αὐτοὺς, ὡς τάχα κάτω που οὖσα πρὶν ἢ ἁμάρτωσιν. Ἐπειδὴ γὰρ, πεῖραν πολλὴν λαβόντες τῆς θείας δυνάμεως, οὐκ ἐπίστευσαν τὸν φιλάνθρωπον δύνασθαι χορηγῆσαι αὐτοῖς τροφὴν, καὶ ταύτην ἔδωκε, καὶ τὴν παιδείαν ἐπήγαγεν, ὡς ἀμφότερα ποιεῖν ἱκανὸς, καὶ τὰ ἀγαθὰ παρέχειν, καὶ τὰς τιμωρίας ἐπάγειν. Φευκτέον τοίνυν ὀψοφαγίαν, λαιμαργίαν, γαστριμαργίαν·

141
τουτέστι τὴν περὶ χρῆσιν ὄψου ἀμετρίαν, τὴν περὶ τὸν λαιμὸν μανίαν, τὴν περὶ τὴν τροφὴν ἀκολασίαν, καὶ περὶ γαστέρα μανίαν, ἵνα μὴ τὸν νοῦν ἐγκατορύφωμεν τὰ κου ---.

Λυπεῖ δὲ οὐδὲν καὶ κατὰ ἀναγωγὴν τὰς ἱστορίας ταύτας θεωρῆσαι. Ῥύεταί τοι ὁ Θεὸς καὶ ἡμᾶς ἀεὶ ἐκ γῆς Αἰγύπτου, ἐκ τῆς καμίνου τῆς σιδηρᾶς, τῆς κατὰ τὴν ἁμαρτίαν, ἵνα εἰσαγάγῃ διὰ πολλῶν γυμνασίων, διὰ πολλῶν θαυμασίων, διʼ ἄρτου ἐπουρανίου, διʼ ὕδατος ἀπὸ τῆς πέτρας, ἡ πέτρα δὲ ὁ Χριστὸς, ἐπὶ τὴν ἁγίαν ἐπαγγελίαν. Μέγα οὖν ἐμοὶ, ἐὰν, νοήσας τὴν θάλασσαν τοῦ βίου καὶ τὰ κύματα τὰ ἐν τῷ βίῳ, καὶ τὸ πικρὸν καὶ ἁλμυρὸν τῶν βιωτικῶν πραγμάτων κλυδώνιον, δυνηθῶ, εὐεργετηθεὶς ὑπὸ τοῦ Θεοῦ, ἰδεῖν καταποντισθέντας τοὺς νοεροὺς Αἰγυπτίους, καὶ τὸν νοητὸν Φαρσώ· αὐτὸς δὲ ὢν ἐν τῷ φωτὶ τῆς ἡμέρας σκεποίμην ὑπὸ νεφέλης τῆς κούφης, καὶ ὑπὸ φωτισμοῦ πυρὸς, ἐάν ποτέ γε σκοτεινὰ καὶ δύσκολα --- καὶ ὁ κόσμος μὲν ἐσκότηται, καὶ πάντα ἀγνοίαις πεπλήρωται· ἐγὼ δὲ πρὸς πνευματικὰ τῆς πονηρίας πα --- (83) ἐν φωτὶ ὦ διὰ τὸ ἀληθινὸν φῶς τὸν Χριστὸν, διὰ τὴν νεφέλην, ᾗ οὐκ ἐξ ἀτμῶν τινων κατὰ τὴν κοινὴν φύσιν ἡ πτάσις ἦν, βαθυνομένου τοῖς ἀτμοῖς τοῦ ἀέρος διὰ τῆς ὀμιχλώδους συστάσεως, καὶ πρὸς ἑαυτὸν ἐμπιλουμένου τοῖς πνεύμασιν· ἀλλὰ κρεῖττόν τι καὶ ὑψηλότερον τῆς ἀνθρωπίνης καταλήψεως, ὡς, καὶ τῆς ἡλιακῆς ἀκτῖνος θερμῶς ἐπιλαμπούσης, διατείχισμα ἔχειν, σκιάζουσάν τε τὸ ὑποκείμενον, καὶ λεπτῇ δρόσῳ τὸ φλογῶδες τοῦ ἀέρος ὑπονοτίζουσαν· καὶ διὰ τῆς νυπτὸς πῦρ γίνεσθαι ἀφʼ ἐσπέρας εἰς ὄρθρον, τῷ ἰδίῳ φωτὶ τοῖς Ἰσραηλίταις δᾳδουχοῦσαν τὸ φέγγος μέγα. Ἐὰν ἐν τῇ ἐρήμῳ τοῦ βίου, ἔνθα ἐπικρατεῖ πολλὴ ἄνοια τῶν πραγμάτων, διελὼν τὸν στεῤῥότατον, αὐτοῦ λόγον πέτραν ὀνομαζόμενον, ἀφθόνως καὶ εἰς κόρον ποτίσῃ με, ὡς παραβληθῆναι τὸ ῥέον ὕδωρ ἀβύσσῳ, καὶ τοὺς τῆς πνευματικῆς κοιλίας ποταμούς.

Ἐγὼ δὲ παραικραίνω τὸν Ὕψιστον ἐν ἀνόδρῳ, ἐὰν μετὰ τὴν διδασκαλίαν πάλιν ἁμαρτάνω, ἐπιλανθανόμενος τῶν λόγων τῶν θρεψάντων με, καὶ τοῦ ὕδατος, τοῦ ἀπὸ τῆς πέτρας, ἥτις ἐστὶν ὁ Χριστός. Πέτρᾳ δὲ ἀπεικάζεται ὁ Χριστὸς διὰ τὸ ἄθραυστον καὶ ἀκλόνητον. Ἐρήρεισται γὰρ ἰδίοις ἀγαθοῖς ἡ θεία τε καὶ ὑπέρτατος φύσις. Οὗ καὶ κατελάλησαν, ὡς ἐν προσώπῳ Μωσέως, ἡ συναγωγὴ, κατηγοροῦντες ἐπὶ Πιλάτου, καὶ τὸ, Αἶρε, σταύρου, ἀνακεκράγασιν. Εἶτα δὲ δυσὶ λελυπήκασι πληγαῖς, ὡς τὴν πέτραν Μωϋσῆς δὶς ἐπάταξεν. Ἀπεκτείνασι, γὰρ τὸν ἀρχηγὸν τῆς ζωῆς, εἶθʼ ὅτι μεμένηκεν ἐν νεκροῖς, ἀναπείθειν ἤθελον. Ἀλλ᾿ ἐκδέδωκεν ἡ πέτρα πλουσίως τὸ νᾶμα, καὶ πεπότικε πᾶσαν τὴν συναγωγήν. Ἐπέκλυσε γὰρ τὴν οἰκουμένην Χριστὸς ἱεροῖς τε καὶ θείοις νάμασιν. Ὁ πηγάζων τὸ θεῖον νᾶμα τοῖς διψῶσι, καὶ προχέων τὸ ὕδωρ ἐκ τῆς πλευρᾶς, τοῦ σιδήρου τὴν φλέβα ταύτην ἀναστομίσαντος, καὶ τὸ πικρὸν τῆς Μεῤῥᾶς. τοῦ κολαστοῦ [*](96 I Cor. x, 4. 97 Psal. lxxvii, 17. 98 I Cor. x, 4. 99 Joan. xix, 15. 1 Act. iii, 15. 2 Psal. lxxvii, 15; Exod. xvii, 6.) [*]((83) Forte πάθη.)

144
νόμου, μετέβαλεν εἰς γλυκύτητα τῇ παραδοχῇ τοῦ ξύλου τοῦ σταυροῦ, καὶ τοῦ ἐπʼ αὐτῷ μυστηρίου. Τὸ γὰρ γράμμα καὶ ὁ νόμος ἀποκτείνει, τὸ δὲ πνεῦμα καὶ ἡ ἐν πνεύματι λατρεία ἡ εὐαγγελικὴ ξωοποιεῖ.

Μεγάλην δὲ πρόνοιαν ποιούμενος ὁ Θεὸς τοῦ ἀνθρώπου, καὶ οὐρανὸν αὐτῷ ἀνοίγει, καὶ τροφὴν αὐτῷ δίδωσιν οὐράνιον, καὶ χειραγωγεῖ αὐτὸν αὐτὸς, γινόμενος τοῖς ὁδεύουσι φῶς, καὶ ἄγων ἐπὶ ὀδοὺς, ἂς καθʼ ἑαυτὴν ἡ ἀνθρωπίνη φύσις οὐκ ἐπίσταται. Πλὴν ἑσπέρας μὲν τὴν ὀρτυγομήτραν, ἄμα δὲ τῇ ἕῳ τὸ μάννα καθίησι, πλαγίως ἡμῖν τοῦ παραδείγματος ὑπεμφαίνοντος, ὅτι μή ἐστιν ἐν φωτὶ νοητῷ τῶν γηΐνων ὁ ἐραστής· ἃ διὰ τῆς ὀρτυγομήτρας σημαίνεται, ἣν ὀρέγει ἐπιζητοῦσι Θεὸς, οὐχ ἕλκων αὐτὸς εἰς ἐπιθυμίαν, οὕπω δὲ διδοὺς τὸ κατανεανιεύεσθαι παθῶν. Τὸ δὲ μάννα σκιὰ τῶν διὰ Χριστοῦ παιδευμάτων τε καὶ χαρισμάτων, ἃ ἄνωθέν ἐστι καὶ ἐξ οὐρανοῦ, καὶ τὸ γεῶδες οὐκ ἔχει, ἀμοιρεῖ δὲ μᾶλλον καὶ βδελυρίας σαρκικῆς. Καὶ οὕτως τροφὴ πνευμάτων ἐστὶν ἡ ἐν τούτοις ὀρθὴ καὶ ἀκίβδηλος γνῶσις, ἧς ἡ χορηγία, ὡς ἐν φωτὶ καὶ ἡμέρᾳ γίνεται, ἀνίσχοντος τοῦ Ἡλίου τῆς δικαιοσύνης Κυρίου (85), ὃς ἀποτρέφει ἡμᾶς εἰς ζωὴν ἀμήρυτον.

Ὁ γὰρ τὸ θεῖον μάννα κατεδηδοκὼς ἀμείνων ἔσται φθορᾶς καὶ ὑπεραλεῖται θανάτου. Συλλέξεται δὲ, φησὶ, τοῖς συσκήνοις, καὶ οὐ καταλείψετε ἀπʼ αὐτοῦ εἰς τὸ πρωῒ. Χρὴ γὰρ ὁμοῦ τοῖς ὁμοπίστοις, τοῖς τὴν οἰκοῦσι σκηνὴν, τὴν Ἐκκλησίαν, τῶν θείων ἡμῶν ἐμφορεῖσθαι λόγων, καὶ μὴ τηρεῖν τὴν σκιὰν μετὰ τὴν τῆς ἀληθείας ἕνδειξιν (86) Οἵτινες γὰρ, φησὶν, ἐν νόμῳ δικαιοῦσθε, τῆς χάριτος ἐξεπέσετε. Πλὴν ἀφιγμένοι διὰ τῆς πίστεως εἰς τὸν ἐν Χριστῷ νοούμενον σαββατισμὸν, τουτέστιν εἰς ἀργίαν καὶ κατάληξιν τὴν ἐξ ἁμαρτίας, οὐχ ὡς ἄχρηστον παραιτούμεθα τὴν προσωρευθείαν (87) τοῦ νόμου παίδευσιν, χειραγωγοῦσαν ἡμᾶς εἰς Χριστόν. Περιτυγχάνομεν γὰρ ταῖς διὰ Μωσέως σκιαῖς, ἵνα τὴν ἐν αὐταῖς ζητῶμεν ἀλήθειαν, καινὰ καὶ παλαιὰ ἐκ θησαυροῦ ἐκβάλλοντες. Εἰ δὲ βούλει, ἅπερ ἐνταῦθα συλλέξομεν ἐν παρασκευῇ, ταῦτα ἐκεῖσε σαββατίσαντες εὑρήσομεν καὶ τραφησόμεθα.

(87·) Πάλαι μὲν οὖν ἄρτον ἀπʼ οὐρανοῦ ἔδωκεν ὁ Θεὸς τῷ λαῷ αὐτοῦ, ἀκοπιάστως πρός πᾶσαν ἡδονὴν ἰσχύονεα· πρὸς ὃ γάρ τις ἐβούλετο μετεκρίνατο. Τοιαύτη δὲ ἡ τοῦ τρέφοντος τὴν ψυχὴν λόγου φύσις, πρὸς τὴν δύναμιν τοῦ τρεφομένου μεταβάλλουσα. Ἐὰν νήπιον τρέφῃ ὁ νόμος, γάλα γίνεται· ἐὰν ψυχὴν ἀσθενοῦσαν, λάχανον· ἐὰν τέλειον, στερεὰ τροφή. Οὐ καθεζομένοις δὲ ἡμῖν ἔρχεται τὸ μάννα, ἀλλʼ ἐρχομένοις ἔξω τῆς παρεμβολῆς· λέγω δὴ τοῦ σώματος, ἐν ᾧ ἐνεῖρκται ἡ ψυχή. Δεῖ γὰρ τὴν ψυχὴν μηκέτʼ εἶναι ἐν σαρκὶ, ἀλλʼ ἐν πνεύματι. Οὐδεὶς δὲ, φορῶν τὴν εἰκόνα τοῦ χοϊκοῦ, δύναται ἄρτον οὐράνιον φαγεῖν· διότι ψυχικὸς ἄνθρωπος [*]((87) Puto προσωρευθεῖσαν.) [*]((87·) Ὠριγ.)

145
φθέγμα τῷ ἄρτῳ ὅνομα· εὔξασθε ἵνα ἡμῖν ὁ Θεὸς ἐπισιτισμὸν ἀποστείλῃ εἰς πλησμονήν· οὐχ ὥστε γεύεσθαι μόνον, ἀλλὰ καὶ πληρωθῆναι τῶν λόγων τῆς ζωῆς, καὶ ἰσχυροποιηθῆναι ἐν αὐτοῖς. Πλὴν ἡ προηγουμένη τροφὴ αὔτη ἐστίν.

(88) Ἐσθιόντων δέ ποτε τὸ μάννα Ἑβραῖοι ἔλεγον· Οὐδὲν, πλὴν εἰς τὸ μάννα οἱ ὀφθαλμοὶ ἡμῶν. Ἐμνήσθημεν γὰρ, ὅτι ἐκαθέσθημεν ἐπὶ τῶν λεβήτων τῶν κρεῶν ἐν Αἰγύπτῳ· καὶ ἡμεῖς ταλανίζομεν ἐκείνους, ὡς τότε ἡμαρτηκότας· οὐχ ὁρῶντες, ὅτι καὶ ἐν ἡμῖν ταῦτα τὰ ἁμαρτήματα γίνεται· ἀντὶ τῆς πνευματικῆς Γραφῆς τὰ πράσα τὰ δυσώδη, καὶ τὰ κρόμμυα τὰ βλάπτοντα τοὺς ὁφθαλμοὺς τῆς ψυχῆς, καὶ τὰ πληροῦντα δυσωδίαν ἁμαρτήματα σκόροδα ἐπιθυμοῦμεν φαγεῖν, καὶ ἐμφορηθῆναι ἡδονῶν δυσοσμίας. Καὶ τὴν ἔκλυτον τοῦ κόσμου καὶ τῶν σωματικῶν φύσιν ποθοῦντες, πεπόνων ἐπιθυμοῦμεν, καὶ τὸ μὴ ἀναδιδόμενον εἰς τὴν τῆς ψυχῆς οὐσίαν ἀνελόντες, σικύων θέλομεν μεταλαμβάνειν. Καὶ ἐπειδὴ οὐ θέλομεν τὸν ἄρτον, τὸν ἐκ τοῦ οὐρανοῦ, οὗ προφῆται κήρυκες καὶ δίκαιοι, νεφέλαι καλούμενοι διὰ τὸ ὑψοῦ φέρεσθαι αὐτῶν τὸν νοῦν· καὶ διὰ τὸ ἐντέξειν (89) νεφελῶν τοῖς νοητοῖς ὑετοῖς κατάρδειν, ἑτέρους ἐξαποστελεῖ ἡμῖν ὁ Θεὸς, κρέας ὡσεὶ χοῦν, ἕως οὗ ἐξέλθῃ ἐκ τῶν μυκτήρων ἡμῶν, καὶ ἕως πληρώσῃ ἡμᾶς νόσου καὶ μαλακίας, ὡς τὴν δυσώδη καὶ πολύδακρυν ἁμαρτίαν ζητοῦντες.

Οἱ γὰρ τῶν κοσμικῶν πραγμάτων ἀπολαύοντες νοσοῦσι τὴν ψυχὴν, διὰ ταῦτα καὶ ἐν χολέρᾳ καὶ νόσῳ εἰσὶ, καὶ πᾶσι κακοῖς διὰ τὴν διψυχίαν αὐτῶν. Ἀλλʼ ἡμᾶς γένοιτο νηστεύειν νηστείαν δεκτὴν, τὸ φρόημα τῆς σαρκὸς μὴ τρέφοντας, μηδὲ γενοίμεθα ἐν ἀνύδρῳ, στερήσει τῶν πνευματικῶν ὑδάτων, διὰ τὸ μηδὲν δρᾷν τῶν γλυκαινόντων τὴν τοῦ Ὑψίστου χρηστότητα. Γλυκαίνει δὲ αὐτὴν τὰ κατʼ ἀρετὴν καὶ σοφίαν ἐνεργούμενα καὶ θεωρούμενα. Μηδὲ ἐκπειράσαι αὐτὸν ἐν ταῖς καρδίαις ἡμῶν· ἤγουν οὐκ ἐξ ἐπιπολῆς, ἀλλʼ ἐκ βάθους τοῦ ἡγεμονικοῦ ἀμφιβάλλοντες περὶ τῆς θείας δυνάμεως· μηδʼ αἰτήσαιμεν βρώματα ταῖς ψυχαῖς ἡμῶν· οὐ ταῖς κατʼ εἰκόνα λέγω, αἲ τρέφονται ἐκ τῶν ζωῆς ἄρτων, ἀλλὰ ταῖς εἰς σάρκα μεταβαλλούσαις, διὰ τὸ τοῖς ὑλικοῖς προσπεπονθέναι, ὀρεγομέναις οὐκ ὠφελίμων καὶ ὑγιῶν τροφῶν, ἀλλʼ ἡδέων καὶ νοσοποιῶν. Ἀλλʼ ἑτοιμασθείη ἡμῖν τράπεζα, ἐφʼ ἢν ἡ σοφία τὰ ἑαυτῆς θύματα ἐπιτίθησι, καὶ τὸν ἑαυτῆς οἶνον εἰς κρατῆρα κιρνᾷ. [*](9 1 Cor. 11, 14. 10 Matth. vi, 11; Luc. xi, 3.) [*]((88) Ἐσθίοντες, vel mox lege Ἐβραίων.)

147
Μηδὲ ὀργὴ ἐφʼ ἡμᾶς ἀναβαίη, τὸ πνεῦμα τοῦ ἐξουσιάζοντος τὸ ἀπατηλὸν, τὸ δίκην προδρόμου ἢ κατασκόπου ἐκ τοῦ σκότου ἐν ᾧ ἐκέκρυπτο, εἰς τὴν ψυχὴν ἀνιὸν διὰ τῆς ἐνθυμήσεως· μηδὲ ὡς πῦρ ἐξαφθείη ἐκ τῶν πεπυρωμένων βελῶν τοῦ ἐχθροῦ. Ἀλλʼ οὐρανοῦ θυρίδες ἡμῖν ἀνοιγεῖεν, αἱ τῶν νοητῶν καὶ πνευματικῶν ἐξαπλω (90) ἀρεταὶ --- κακίαι ἅδου καὶ θανάτου, αἵτινες οὐ κατισχύουσι τῶν, κατὰ Πέτρεν, ἀνελθόντων ἐπὶ πύλας τῆς θυγατέρος Σιών. Καὶ ὁ ἐν τῷ κρυπτῷ τῆς καρδίας ἄνθρωπος, κατʼ εἰκόνα Θεοῦ, ὁμοέστιος ἀγγέλοις γένοιτο, τοῦ ἀληθινοῦ μάννα μεταλαμβάνων, καὶ ἀπὸ οὐρανοῦ τροφὴν, ἀλλʼ οὐκ ἀπὸ τῆς ἐπικαταράτου γῆς, ἢν ὁ ἁμαρτάνων ἐν λύπαις ἐσθίει. Οἱ τούτων ἀκούοντες πτερούσθωσαν, ἐπαιρέσθωσαν, μηκέτι ἔστωσαν ἐν σαρκί· γενέσθωσαν ἐν πνεύματι· Οἱ γὰρ ἐν σαρκὶ ὄντες Θεῷ ἀρέσαι οὐ δύνανται. Ἀλλʼ ἐπὶ τὴν ἱστορίαν ἀνιτέον.

Στίχ. μδ΄. Καὶ μετέστρεψεν εἰς αἶμα τοὺς ποταμοὺς αὐτῶν, καὶ τὰ ὀμβρήματα αὐτῶν, ὅπως μὴ πίωσιν.

Οἶδα κατὰ τροπολογίαν πολλοὺς ποταμοὺς Αἰγύπτου ἐναντίους Χριστῷ τῷ ἀληθινῷ ποταμῷ, οὗ τὰ ὁρμήματα τὴν Ἐκκλησίαν εὐφραίνει. Πάντα δὲ τὰ τῆς σωτηρίας ἀλλότρια ῥεύματα, ἃ ὁ Θεὸς, (90) ὅταν βούληταί τινας ἐπιστρέψαι, ἵνα ἐξελθόντες πίωσιν ἀπὸ τῆς πέτρας, ἡ δὲ πέτρα ἦν ὁ Χριστὸς, ποιεῖ στραφῆναι εἰς αἷμα. Ὅταν γὰρ ἐγὼ καταγὼ οὕς (91) ἀλλοτρίου ὕδατος καὶ φρονήματος, τοῦ Θεοῦ μὴ (91---) παραστήσαντος, ὅτι αἷμά ἐστιν, οὐκέτι πίνω, ἵνα μὴ μέτοχος γίνωμαι αἵματος ὀμβρήματος. Οἱ δὲ εἶεν ἂν, οἱ βραχέα μὲν λέγοντες, ὀλέθρια δέ.· Κατὰ δὲ τὴν ἱστορίαν, Αἰγύπτιοι ἄνωθεν ὕδωρ οὐκ ἔχουσιν, οὐδὲ γίνεται ὑετὸς ἐν Αἰγύπτῳ. Ἱστορικῶς μὲν οὖν, πάσης τότε τῆς τῶν ὑδάτων φύσεως κατὰ τὴν Αἴγυπτον τῷ προστάγματι τοῦ Μωσέως εἰς αἷμα τραπείσης, ὡς καὶ τοὺς ἰχθύας, εἰς σαρκώδη παχύτητα τοῦ ὕδατος μετατεθέντος, διαφθαρῆναι, τοῖς Ἑβραίοις ἀρυομένοις αἷμα οὐκ ἦν. Ὅθεν ἕσχε καὶ ἡ μαγγανεία καιρὸν ἐν τῷ παρὰ τοῖς Ἑβραίοις εὑρισκομένῳ ὕδατι, τὸ αἱματῶδες ὕδωρ παρασοφίσασθαι. Πνευματικῶς δὲ καὶ νῦν τὸ ἴσον ἔστιν ἰδεῖν γινόμενον. Τῶν γὰρ πρὸς τὰς ἐναντίας δόξας διεστηκότων τοῖς μὲν πότιμόν ἐστι καὶ διαφανὲς τὸ νᾶμα τῆς πίστεως, ὃ διὰ τῆς θείας διδασκαλίας ἀρύονται· τοῖς δὲ τῆς πονηρᾶς ὑπολήψεως αἰγυπτιάζουσι διεφθορὸς αἷμα τὸ ὕδωρ γίνεται. Καὶ πολλάκις ἐπιχειρεῖ ὁ παρασοφισμὸς τῆς ἀπάτης καὶ τὸ τῶν Ἰσραηλιτῶν ποτὸν τῷ μολυσμῷ τοῦ ψεύδους αἷμα ποιῆσαι, τουτέστι τὸν ἡμέτερον λόγον, καὶ ἡμῖν δεῖξαι, μὴ τοιοῦτον ὅντα οἷόν ἐστιν. Ἀλλʼ οὐκ ἀχρειώσειε καθόλου τὸ ποτὸν, κἂν ἐκ τοῦ προχείρου διʼ ἀπάτην περιφοινίξῃ τὸ εἶδος. Πίνει γὰρ ὁ Ἰσραηλίτης τὸ ἀληθινὸν ὕδωρ, οὐδὲ πρὸς τὸ εἶδος τῆς ἀπάτης ἐπιστρεφόμενος.

[*](15 Prov. ix, 2. 16 Rom. viii, 8.)[*]((90) Forte ἐξαπλωθεῖεν.)[*]((90*) Ἅ ὁ Θεός. Forte del. ἅ.)
149

Στίχ. β΄. Ἀλαλέξατε τῷ Θεῷ Ἰακώβ.

Θεὸν Ἰακὼβ τὸν Σωτῆρα καλοῦσι τὸν ἐν ἀνθρώπου σχήματι ὀφθέντα τῷ Ἰακὼβ εἰς δήλωσιν τῆς μετὰ ταῦτα ἐνανθρωπήσεως. Ἀλαλάζειν δὲ προστάττουσι νικητήριον ὕμνον ἀναπέμποντες αὐτῷ, ὡς καταλύσαντι τὸν τὸ κράτος ἔχοντα τοῦ θανάτου, ὡς ἐκ τῆς τῶν δαιμόνων καταδυναστείας ῥυσαμένῳ. Ἀλαλαγμὸς γάρ ἐστιν ὕμνος ἐπινίκιος, ὅν καὶ οἱ ἐκ Βαβυλῶνος ἀνασωθέντες τῷ τὴν νίκην δωρησαμένῳ Θεῷ ἀλλήλοις ὑφῆναι παρακελεύονται. Ἠθικώτερον δέ ὧν μὲν κατορθούντων οἱ καρποὶ ἐπὶ τὰς ληνοὺς ἔρχονται, ἀκουέτωσαν τοῦ· Ἀγαλλιᾶσθε τῷ Θεῷ ὁ δὲ ἁμαρτὼν καὶ δεόμενος μετανοίας καὶ ἐπιστροφῆς μὴ ἀγαλλιάσθω, ἀλλὰ λυπηθήτω κατὰ Θεόν. γὰρ κατὰ Θεὸν λύπη μετάνοιαν εἰς σωτηρίαν ἀμεταμέλητον κατεργάζεται. Καὶ σὺ, ἐὰν βοηθηθεὶς ὑπὸ Θεοῦ τὴν συγκομιδὴν ἐποιήσω τῶν καρπῶν ἐπὶ τὰς ἁγίας ληνοὺς, μὴ ἐπιλανθάνου τοῦ Θεοῦ, καθὸ βοηθός σου γίνεται. Κἂν ἀπορῇς λόγων τῶν κατʼ ἀξίαν ἀποδοθησομένων τῷ Θεῷ ἐν εὐχαριστίᾳ, ἀλάλαζε εὐσήμῳ φωνῇ, καρδίας κεκραγυίας ὑπερβαινούσης τὰ σημαινόμενα ἀπορούσης λέξεως, καὶ διὰ τὴν ἀπορίαν τῶν λέξεων ἀπόῤῥητα καὶ ἄῤῥητα λαλούσης. Ἐὰν γὰρ ἀναβῇς τὰ λεκτὰ, ἐὰν ὑπερβῇς τὰ ἀπαγγελλόμενα, τὰ διὰ στόματος φωνούμενα, καὶ μόνῳ νῷ δυνηθῇς ὑμνεῖν τὸν Θεὸν, τῷ ἀποροῦντι ἐπιθεῖναι τὰ ἑαυτοῦ κινήματα τῷ λόγῳ, παρὰ τὸ τὸν λόγον τὸν ἐν σοὶ μὴ δύνασθαι βαστάζειν τοῦ νοῦ τὰ ἀπόῤῥητα καὶ τὰ θεῖα, ἀλαλάξεις τῷ Θεῷ Ἰακὼβ, ὡς μιμητὴς τοῦ πτερνιστοῦ Ἰακώβ.

Στίχ. γ΄. Αἰνεῖτε αὐτὸν ἐν ἤχῳ σάλπιγγος.

Ἄλλος φησὶ, διὰ ἤχου κερατίνης. Ἱερατικὸν δὲ τοῦτο τὸ ὄργανον. Οἱ ἱερεῖς γὰρ ἐχρῶντο ταῖς σάλπιγξι, τῶν ἐν Σινᾶ γενομένων σαλπίγγων ἀναμιμνήσκοντες. Κατὰ γοῦν τὸν πνευματικὸν περὶ σαλπίγγων κατασκευῆς λόγον, κατασκευαστέον σάλπιγγα, ἵνα ἐν ἤχῳ αὐτῆς αἰνέσωμεν τὸν Θεόν. Τοιαῦται δʼ, οἶμαι, σάλπιγγες δηλοῦνται καὶ ἐν τῷ· Σαλπίσει, καὶ οἱ νεκροὶ ἐγερθήσονται. Ἔστι δὲ ἑορτὴ Νουμηνία ἑβδόμου μηνὸς, μνημόσυνον σαλπίγγων, καθὸ λέγεται· Ἐν νεομηνίᾳ, σάλπιγγι.