Excerpta in Psalmos [Dub.]
Origen
Origenes. Origenis Opera Omnia, Volume 7 (Patrologia Graeca, Tomus 17). La Rue, Charles de, editor; La Rue, Charles Vincent de, editor. Paris: J. P. Migne, 1857.
Στίχ. ιδ΄. Ῥομφαίαν ἐσπάσαντο οἱ ἁμαρτωλοί· ἐνετείναντο τόξον αὐτῶν, τοῦ καταβαλεῖν πτωχὸν καὶ πένητα, τοῦ σφάξαι τοὺς εὐθεῖς τῇ καρδίᾳ.
Ὥσπερ ἐστὶ πανοπλία Θεοῦ τις, οὕτως ἐστί τις πανοπλία τοῦ διαβόλου, ἣν ὁ αὐτοῦ στρατιώτης ἐνδέδυται· τὸν θώρακα τῆς ἀδικίας, τὴν περικεφαλαίαν τῆς ἀπωλείας, τὸν θυρεὸν τῆς ἀπιστίας, τὴν μάχαιραν τοῦ πονηροῦ πνεύματος, ἣν σπᾶται ἁμαρτωλὸς, οὗ οἱ πόδες ἐπʼ ἀδικίαν τρέχουσιν. Ἔστι τις ἑτοιμασία τοῦ Εὐαγγελίου, ἕστι καὶ ὑπόδημα ἑτοιμότατου εἰς τὴν ἁμαρτίαν. Ἐνταῦθα οὖν ῥομφαίαν ἐσπάσαντο· ὅτι πρόχειρον ἔχουσι τὴν ἁμαρτίαν, καὶ ἕτοιμοί εἰσιν ἐπὶ τὸ ποιεῖν αὐτήν· οἱ κρύπτοντες ἐν τῷ κουλεῷ τῆς ἁμαρτίας τὴν ῥομφαίαν τοῦ πονηροῦ πνεύματος. Βέλος τῶν δικαίων, Χριστός ἐστιν Ἰησοῦς. Ἔθηκας ὡς βέλος ἐκλεκτόν. Ὁ λόγος τῶν ἁμαρτωλῶν βέλος ἐστίν· ἁμαρτίας ἰὸν ἔχει· τιτρώσκει τὸν μὴ καθωπλισμένον τῷ τῆς πίστεως θυρεῷ. Οἴδασιν, ὅτι οὐ δύνανται καταβαλεῖν πλούσιον πλουτοῦντα ἐν σοφίᾳ, ἐν ἔργοις ἀγαθοῖς. Διὰ τοῦτο τὴν ἀρχὴν οὐδὲ ἐπιβάλλουσιν αὐτῷ. Ἀλλʼ ἡ πᾶσα ἐπιβουλή ἐστι κατὰ τοῦ πτωχοῦ· ἐπεὶ λύτρον ψυχῆς ἀνδρὸς ὁ ἴδιος πλοῦτος· πτωχός δὲ οὐχ ὑφίσταται ἀπειλήν. Καλὸν μὲν οὖν μὴ ἔχειν ῥομφαίαν ἁμαρτίας· δεύτερον δὲ, ἔχοντα. μὴ σπᾶσθαι αὐτὴν, ἀλλὰ ποιεῖν αὐτὴν ἡσυχάζειν. Ἀργοῦσα γὰῤ, οὐ μόνον ἰοῦται, οὐδὲ ἀμβλύνεται, ἀλλὰ τέλεον ἐξαφανίζεται. Καὶ οὐ χρείαν ἔχομεν πυρὸς, ὅπου ἑκάστου τὸ ἔργον δοκιμάζεται· ὃ Πέτρου μὲν οὐχ ἅπτεται, ἀλλ᾿ ἀκούει, Κἂν διέλθῃ διὰ πυρός, φλὸξ οὐ κατακαύσεισε· ἁμαρτωλῶν δὲ ἅπτεται ἡ λίμνη τοῦ πυρὸς, ὡς ἡ Ἐρυθρὰ Αἰγυπτίων, οὐ μὴν καὶ Ἑβραίων. Ὥσπερ μέντοι ὁ Σωτὴρ βέλος ἐκλεκτὸν, καὶ ἀνάλογα τῷ Σωτῆρι βέλη τοῦ Θεοῦ οἱ ἅγιοι τιτρώσκοντες βέλει ἐκλεκτῷ, ἵνα ὁ τετρωμένος λέγω· Τετρωμένη ἀγάπης ἐγώ· οὕτως ὁ Ἀντίχριστος βέλος τοῦ πονηροῦ. Καὶ πάντες οἱ ἁμαρτωλοὶ βέλη τοῦ διαβόλου, οἷς [*](75 Prov. XXXVIII, 8. 76 Isai. xliii, 2. 77 Cant. ii, 5; v, 8.)
(72) Ἀλλὰ ταῦτα μὲν ἴσως περιεργότερον εἴρηται. Ὁ μέντοι ψάλλων διαλευκαίνει πᾶν τὸ ἤδη ῥηθὲν, τό· Κατανοεῖ ὁ ἁμαρτωλὸς τὸν δίκαιον, φημί. Καθάπερ γὰρ ἐν πίνακι σαφῶς μηνιῶντα ζωγραφεῖ, καὶ παραταττόμενον εἰσφέρει, καὶ φονῶντα δεικνύει, καὶ ἀπογυμνοῦντα τὸ ξίφος, καὶ ἤδη τοξεύοντα, καὶ τὴν ἀδικίαν αὐτοῦ καθίστησιν ἐναργῆ. Σκοποὶ γὰρ τῷ ἁμαρτωλῷ οὐχ ἕνα τινὰ τῶν ἀδικησάντων αὐτῷ, ἢ κατά τι προσκεκρουκότων, καὶ προφάσεις τῷ πολέμῳ δεδωκότων εὐλόγους ἀμύνεσθαι· ἀλλʼ ἵνα καταβάλῃ πτωχὸν, τουτέστι τὸν ἐπιεικῆ καὶ μετριόφρονα, καὶ ταπεινὸν τῇ καρδίᾳ, ὅν καὶ ὁ Σωτὴρ πτωχὸν ἕφη τῷ πνεύματι, καὶ τῆς τῶν οὐρανῶν βασιλείας ἄξιον εἶναί φησι. Τίς οὖν τοῖς ἁμαρτωλοῖς λόγος πρὸς τοὺς εὐθεῖς τῇ καρδίᾳ, καὶ τοὺς πτωχοὺς τῷ πνεύματι; παντελῶς οὐδείς. Ἠδικήκασι γὰρ ἐκείνους οὐδὲν τὰς ἑαυτῶν ὁδοὺς ἀπευθύνοντας εἰς δικαιοσύνην. Ἀκονᾷ δὲ, οἶμαι, κατʼ αὐτῶν τοὺς ὠνομασμένους, μάταιός τις ἁπλῶς, καὶ οὐκ εὐάφορμος φθόνος, ἐκ διαβολικῆς σκαιότητος ἐκκεκαυμένος ἐν αὐτοῖς.
Στίχ. ιε΄. Ἡ ῥομφαία αὐτῶν εἰσέλθοι εἰς τὰς καρδίας αὐτῶν· καὶ τὰ τόξα αὐτῶν συντριβείη.
Ὥσπερ δὲ ἡ εἰρήνη τοῦ δικαίου εἰς αὐτὸν ἀνακάμπτει· οὕτως ἡ ῥομφαία τοῦ ἀσεβοῦς εἰσέλθοι εἰς καρδίαν αὐτοῦ, ἐὰν τηρῇ ἑαυτὸν ὁ εὐθὺς τῇ καρδίᾳ.
Στίχ. ιϚ΄. Κρεῖσσον ὀλίγον τῷ δικαίῳ ὑπὲρ πλοῦτον ἁμαρτωλῶν πολύν.
Ἔχει μὲν οὖν ἡ λέξις αὐτόθεν ὠφέλιμόν τι τοῖς ἀκεραιοτέροις· ἔχει δέ τι καὶ κεκρυμμένως εἰρημένον τοῖς βαθύτερον ἀκούειν τῆς Γραφῆς ἐπισταμένοις. Τὸ οὖν ἁπλούστερον τοιοῦτόν ἐστι· Βιοποριστοῦσι δίκαιοι καὶ ἄδικοι. Ἀλλʼ οἱ μὲν τοσοῦτον ζητοῦσι τὸ τῆς χρείας, ὅσον τὸ τῆς διλ??οσύνης· καὶ ἢ οὐ πορίζουσιν, ἢ ἅνευ ἀδικίας, χρωννύντες τὸ ποριζόμενον τῇ δικαιοσύνῃ. Οἱ δὲ ὅλως νενεύκασιν ἐπὶ τὸν πορισμὸν, ὅπως πολλὰ κτήσωσιν, οὐ ζητοῦντες εἰ καλῶς κτήσονται. Δύο οὖν προκειμένων, τοῦ τε ὀλίγου [*](78 Gen. IX, 13. 79 ibid. 5. 80 Ezech. XXXIII, 6. 81 Psal. XXXVI, 12.) [*]((72) Κύριλ.)
Στίχ. ιζ΄. Ὅτι βραχίονες ἁμαρτωλῶν συντριβήσονται· ὑποστηρίζει δὲ τοὺς δικαίους ὁ Κύριος.
Ἐὰν ἴδῃς τὸν τόνον καὶ τὴν δύναμιν συντετριμμένην τοῦ ἀσεβοῦς, ὥστε μὴ δύνασθαι αὐτὸν ἐκτεῖναι τὴν χεῖρα ἐπὶ πρᾶξιν ἀγαθὴν (συντετριμμένη γάρ ἐστιν), ὄψει, ὅτι πεπλήρωται τό· Βραχίονες ἁμαρτωλῶν συντριβήσονται. Ὁ δὲ συντρίβων, ὁ διάβολός ἐστι. Πᾶς μέντοι ἄνθρωπος ἀσθενὴς, καὶ τὸ ὅσον ἐφʼ ἑαυτῷ καταπίπτει, καὶ δέεται τοῦ ὑποστηρίζοντος τοὺς καταπίπτοντας, καὶ ἀνορθοῦντος τοὺς κατεῤῥαγμένους.
Στίχ. κα΄. Δανείζεται ὁ ἁμαρτωλὸς, καὶ οὐκ ἀποτισει· δὲ δίκαιος οἰκτείρει καὶ δίδωσιν.
Ὑψηλότερον δέ· Ὅταν διδάσκῃ Παῦλος, ἢ τις ἕτερος τῶν ἱερῶν μυσταγωγῶν, οἱ ἀκροαταὶ δανείζονται τὸ δόκιμον ἀργύριον τῷ στόματι Παύλου. Καὶ ὁ μὲν δίκαιος ἀποδίδωσι τοὺς τόκους, καὶ λέγει· Μνᾶν μοι ἔδωκας, ἰδοὺ δέκα μνᾶς ἐποίησα. Πέντε τάλαντα ἔδωκας, ἰδοὺ ἔχω δέκα. Ὁ δὲ ἁμαρτωλὸς ἀναλίσκει πάντα. Οὐκ ἔξεστι δανείζειν τὰ ἑαυτοῦ, ἤτοι διδάσκειν ὡς οἱ αἱρετικοί· ἀλλὰ τὸ τοῦ Θεοῦ ἀργύριον τὸ δόκιμον, ὡς ὁ λέγων· Ἤ δοκιμὴν ζητεῖτε τοῦ ἐν ἐμοὶ λαλοῦντος Χριστοῦ; Ἀποδοτέον δὲ μετὰ τόκου ἐκ πολιτείας καὶ πράξεως τὸ κεφάλαιον. Εἰ δὲ μὴ, κρεῖττόν ἐστι τὴν ἀρχὴν μὴ δανείσασθαι, μάλιστα τὰ τοῦ ταμείου τοῦ Κυριακοῦ, ἢ ἀπολέσαι τὰ τοῦ βασιλέως χρήματα.
Στίχ. κβ΄. Ὅτι οἱ εὐλογοῦντες αὐτὸν κληροτομήσουσι γῆν· οἱ δὲ καταρώμενοι αὐτὸν ἐξολοθρευθήσονται.
(73) Ὅμοιον τῷ εἰρημένῳ πρὸς Ἀβραάμ· Τοὺς εὐλογοῦντάς σε εὐλογήσω, κοὶ τοὺς καταρωμέ νους σε καταράσομαι. Οὐκοῦν, εἰ ὁ Θεὸς εἴη ὁ κατοικτείρων καὶ διδοὺς, οἱ δοξθλογοῦντες αὐτὸν θιὰ τοῦτο, ἤγουν εὐλογοῦντες, ἔσονται κληρονόμοι τῆς ἐπηγγελμένης τοῖς ἁγίοις γῆς, καὶ λήψονται τὴν γῆν ἀγαθὴν καὶ τὴν πολλὴν, τὴν οὐ κέντρου καὶ σημείου λόγον ἔχουσαν. (74) Κίνδυνος δὲ ἐν τῷ κατάραν ἡμᾶς τιθέναι τῷ δικαίῳ ὀλέθρου τοῦ ἐσχάτου. Λέγει γὰρ πρὸς τὸν δίκαιον ὁ Κύριος· Ἐχθρεύσω τοῖς ἐχθροῖς σου, καὶ ἀντιβήσομαι τοῖς ἀντικειμένοις σοι. Καὶ ὥσπερ λέγει· Τοῦτον ἔθρεψας, ἐμὲ ἔθρεψας· οὕτως ἀκόλουθον εἰπεῖν· Τοῦτον ἐλοιδόρησας, ἐμὲ ἐλοιδόρησας. Καταρῶνται δὲ Θεὸν οἱ μὴ εἰδότες αὐτὸν, καὶ ταῦτα τῆς αὐτοῦ δόξης πάλιν ψήμους (75) ἔσθ᾿ ὅτε ῥιπτοῦντες φωνὰς, πρὸς τὸ μηδὲ ἐφʼ οἷς εὖ πεπόνθασιν ἀνέχεσθαι προσάγειν αὐτῷ τὰς εὐχαριστίας. Χριστὸν μὲν οὖν εὐλογοῦσι τὰ ἔθνη, διὸ κληρονομοῦσι τὴν βασιλείαν· Ἰουδαῖοι δὲ, βλασφημοῦντες αὐτὸν, εἰς τέλος ὀλοθρεύονται.
Στίχ. κγ΄. Παρὰ Κυρίου τὰ διαβήματα ἀνρώπου κατευθύνεται· καὶ τὴν ὀδὸν αὐτοῦ θελήσει σφόδρα.
(76) Ὥσπερ ἰδίου παιδὸς, φησὶ, λαμβάνεται τῆς χειρὸς ὁ Θεὸς, καὶ ἀποφέρει πρὸς ὁδὸν εὐθεῖαν, οὐκ ἀφιεὶς αὐτὸν σκολιοδρομεῖν, οὔτε μὴν καμπύλας ποιεῖσθαι τοῦ βίου τὰς τροχιάς· ἀλλʼ εὐθὺ παντὸς έναι πράγματος ἀγαθοῦ, διδάσκων τε καὶ ἀπευθύνων αὐτοὺς, κατά γε τό· Ἐκράτησας τῆς χερὸς τῆς δεβιᾶς μου, καὶ ἐν τῇ βουλῇ σου ὡδήγησάς με. Ὅταν μέντοι τοῦ ἀνθρώπου τὰ διαβήματα ὑπὸ Κυρίου κατευθυνθῇ, τότε τὴν ὁδὸν αὐτοῦ θελήσει. (77) Ἀμφίβολος ἡ λέξις. Ἢ γὰρ ὁ Κύριος τοῦ κατευθυνομένου τοῖς διαβήμασι θέλει τὴν ὁδὸν, καὶ ἀποδέχεται ἢν ποιεῖται κατὰ τὸν νόμον πορείαν, μὴ θέλων ὁδὸν ἀσεβῶν, ἢ λοξῶς πορευομένων· ἢ αὐτὸς, οὗ τὰ διαβήματα ὑπὸ Κυρίου κατευθύνεται, θέλει τὴν ὁδὸν τοῦ Κυρίου, γευσάμενος, ἐν τῷ κατευθύνεσθαι αὐτοῦ ὡς τὰ διαβήματα, τῆς γλυκύτητος τῆς κατὰ τὴν ὁδὸν, ἐν ᾗ κατευθυνθείη ὑπὸ Κυρίου. Ἄμεινον δὲ ἴσως νοεῖν, ὅτι ὁ Κύριος θελήσει τὴν ὁδὸν τοῦ ἀνθρώπου, τουτέστι ποιήσεται θελητὴν καὶ ἀποδέξεται. Ὥσπερ γὰρ ἀνεθελήτους ἔχει τὰς τῶν παρανόμων ὁδοὺς, οὕτω ποιεῖται θελητὰς τὰς τῶν ἀγαθουργούντων. Ὃ δὲ ἀρέσκει Θεῷ, τοῦτο πάντως ἐστὶ καὶ ἐξαίρετον, καὶ παντὸς ἐπαίνου μεστόν. Οὐ γὰρ ἂν ἠθέλησε Θεὸς τὸ μὴ οὕτως ἔχον. Οἵ γε μὴν ἀπὸ τῶν αἱρέσεων γίνονται μὲν ἐν διαβήμασιν, οὐ μὴν κατευθυνουμένοις ὑπὸ Κυρίου, ἀλλὰ λελοξωμένοις ὑπὸ τοῦ πονηροῦ· ἐκκλίνουσι δεξιὰ καὶ ἀριστερὰ, μὴ ἀρκούμενοι ψιλῇ τῇ πίστει, νοοῦντες δὲ βαθύτερον μὲν, οὐκ ἀληθὲς δέ. Ὧν τὴν ὁδὸν οὐ θέλει Κύριος, ὅτι οὐκ ἀνθρώπων αὐτῶν τὰ διαβήματα, ἀλλὰ θηρὸς ἢ ἑρπετοῦ ἢ κτήνους.
Στίχ. κδ΄. Ὅταν πέσῃ οὐ καταῥῥαχθήσεται, ὅτι Κύριος ἀντιστηρίζει χεῖρα αὐτοῦ.
Οἱ ἐν τοῖς ἀγῶσι παλαίοντες πεπτώκασι τὸ πρῶτον, νενικήκασι τὰ τρία. Ἐπὶ τούτοις εἴποις ἂν κατὰ τὸ σωματικὸν, ὅτι· Πέπτωκεν, οὐ κατεῤῥάγη δὲ, νενίκηκε γὰρ μετὰ τὸ πεσεῖν. Ἐὰν ἵδῃς ἄνθρωπον νενικημένον, καὶ μετὰ τὸ νενικῆσθαι οὐ παραδόντα ἐαυτὸν τῇ ἀσελγείᾳ εἰς ἐργασίαν ἀκαθαρσίας πάσης, ἀναστάντα δὲ, ὑπομνησθέντα τῆς Γραφῆς· Μὴ ὁ πεσὼν οὐκ ἀνίσταται; ἢ ὁ ἀποστρέφων οὐκ ἐπιστρέφει; λέγε, ὅτι, πεσὼν ὁ τοιοῦτος, οὐ κατεῤῥάχθη. Ἐὰν δὲ μετὰ τὸ πεσεῖν ἀπαυδήσῃ, κατεῤῥάχθη. Καλὸν μὲν οὖν ἀθλητὴς εἶναι ἄπτωτος, καὶ ἵνα οὕτως ὀνομάσω ἀπὸ τῶν παραδειγμάτων, ἀμεσολάβητος, ἀσυνέζωστος. Εἰ δὲ πέπτωκεν, ἀναστήτω. Πενθοῦνται γὰρ οἱ πεσόντες, καὶ μετὰ τὸ ἁμαρτῆσαι ἀπαλγήσαντες, καὶ παραδόντες ἑαυτοὺς πάσῃ ἁμαρτίᾳ. Ἐν ἀγενείων (78), ἐν ἀνδράσι στεφανώθητι. Πέπτωκας ἐν παισί; τὸν ἀγένειον ἀγώνισαι, καὶ νίκησον ἐν αὐτῷ. Ἐν κοιλίᾳ ἐπτέρνισε τὸν Ἠσαῦ ὁ Ἰακώβ· ἐκ παιδὸς ὁ Δανιὴλ προεφήτευσε, καὶ τοὺς [*](88 Psal. LXXII, 23. 89 Psal. V, 5. 90 Jerem. VIII, 4.) [*]((76) Κύριλ.) [*]((77) Ὡριγ.) [*]((78) Forte ἐξ ἀγενείων, vel ἐν ἀγενείοις.) [*]((79) In lucta Græcorum, qui adversarium ter)
Στίχ. κε΄. Νεώτερος ἐγενόμην· καὶ γὰρ ἐγήρασα· καὶ οὐκ εἶδον δίκαιον ἐγκαταλελειμμένον.
Ἑτέρως δὲ ἴσμεν ἡλικίαν κατὰ τὸν ἕσω ἄνθρωπον, παιδίου, νεανίσκου, γέροντος. Πρὸ γοῦν τοῦ Ἀβραὰμ οἱ πολυχρονιώτεροι αὐτοῦ οὐκ εἴρηνται πρεσβύτεροι· ἀλλʼ αὐτὸς πρῶτος διʼ ἀρετὴν πρεσβύτερος ἐχρημάτισε, καὶ διὰ τὸ τὸν ἔσω αὐτοῦ ἄνθρωπον κατηργηκέναι τὰ τοῦ νηπίου. Καὶ Ἱερεμίου ἄκουε· Μὴ λέγετε, ὅτι νεώτερος ἐγώ εἰμι. Τοιοῦτόν τί μοι νόει καὶ περὶ τοῦ Δαβίδ· Νήπιος, φησὶν, ἐγενόμην κατὰ τὸν ἔσω μου ἄνθρωπον. Μεταβαλὼν δὲ ἐκ νεαροῦ ἤθους καὶ ἀβεβαίου, καθʼ ὃν νεωτερίζων νεώτερος ἤμην, εἰς γῆρας ἦλθον, βίον ἀκηλίδωτον ἔχων καὶ πολιὰν φρόνησιν. Καὶ οὕτω προκόψας, οὐκ εἶδον δίκαιον ἐγκαταλελειμμένον. Ἐὰν σωματικῶς ἀκούῃς, ψεῦδός ἐστι. Δύο δέ εἰσιν ἐγκαταλείψεις· ἡ μὲν σωματικὴ, ἥτις οὐδὲν ἡμᾶς βλάπτει· ἡ δὲ τῆς ψυχῆς. ἥτις ὀλέθριός ἐστιν. Ὅσον μὲν οὗν πλουτοῦμεν ἐν ἔργοις δικαίοις, τοσοῦτον μᾶλλον βοηθούμεθα πρὸς τὸ μὴ ἐγκαταλείπεσθαι μέχρι τέλους. Διὸ οὐκ εἶπεν, ἐγκαταλειφθέντα, ἀλλʼ ἐγκαταλελειμμένον. Ἐπεὶ, πρὸς καιρὸν καὶ ἐγκαταλιμπάνονται δίκαιοι, ὡς ὁ Ἰὼβ, ἵνα ἀναφανῇ δίκαιος.