Homiliae in Job (fragmenta in catenis, typus II)
Origen
Origenes. Origenis Opera Omnia, Volume 7 (Patrologia Graeca, Tomus 17). La Rue, Charles de, editor; La Rue, Charles Vincent de, editor. Paris: J. P. Migne, 1857.
Στίχ. ε´. Πότερον οὐχ ἡ κακία σου ἐστὶ πολλή; Εἰκότως οὐχ ἀπλῶς φημι (73) γεγονέναι ἄδικον· ἐπεὶ πάσχει τοιαῦτα, ὁποῖα οὐδεὶς αὐτῶν τηλικούτοις πέπτωκεν, οἵοις σύ. Εἰκὸς διὰ τὸ ἀναρίθμητόν σου τῶν πταισμάτων, ταῦτά σοι ἐληλυθέναι.
(74) Τοῦ αὐτοῦ. Οὐ πρότερον ὠνόμασεν ἁμαρτίαν, εἶτα τὴν κακίαν· ἀλλʼ ὀρῶν τὴν κακίαν τὴν φαύλην ἕξιν, εἶτα μετὰ τοῦτο τὰ ἀπὸ τῆς φαύλης ἕξεως ἀμαρτανόμενα, ἅπερ εἶπεν ἀναριθμήτους εἶναι ἁμαρτίας.
(75) Στίχ. ε´. Ἀναρίθμητοι δέ σου αἱ ἁμαρτίαι. Ὑπολαμβάνει τοῦτο ὁ Ἐλιφὰζ περὶ τοῦ Ἰώβ. ᾜδει αὐτὸν πλούσιον, καί φησιν· Ἐνέχυρα ἐλάμβανες ἀπὸ τῶν σῶν ἀδελφῶν, ὡς ὀφειλόντων μὴ ὀφειλόντων. Τὸ γὰρ, Ἠνεχύραζες διακενῆς, τοιοῦτόν ἐστιν.
(76) Στίχ. Ϛ´. Ἠνεχύραζες τοὺς ἀδελφούς σου διακενῆς.
Τοῦ αὐτοῦ. Προσεπιτείνει δὲ πάλιν ἄλλην αὐτοῦ ἁμαρτίαν. Ἐστι ποτὲ λαβεῖν ἀμφιάσματα; Οὐ γυμνοῦ, ἀλλὰ πλουσίου ἔχοντος ἀποκείμενα ἐνδύματα πολλὰ λαβεῖν. Τρρία---(77) δὴ ὁ τῶν πολλῶν ἐκεῖ ἔλαβον ἀμφίασιν· ἀλλὰ γυμνοῦ, ἀλλὰ πλουσίου. Ἐὰν μέντοι γε χιτῶνά τις ἔχῃ ἔνα, καὶ τοῦτον τὸν χιτῶνα, προφάσει τοῦ ἀπαιτεῖν τὸ ἐμὸν, ἐκδύσω, μὴ ἐλεήσας ἐκεῖνον τὸν γυμνὸν, ἀμφίασιν τοῦ γυμνοῦ ἀφειλόμην. Πολλὰ δὲ τοιαῦτα, ἐν ἡμῖν γίνεται, ὅτ᾿ ὰν δανείζωμεν, ὅτʼ ἂν πρὸς ὀφειλέτας ἐρχώμεθα. Πολλάκις ὀφειλέτης ἡμῶν εἰς ὑπερβολὴν πένεται, μὴ δυνάμενος ἀποδοῦναι· καὶ ἡμεῖς, τὰ σπλάγχνα ἡμῶν ἀποκλείσαντες, ἀνηλεεῖς καὶ ὠμοὶ γινόμεθα, μὴ βλέποντες ὅτι γυναῖκα τρέφει καὶ τέκνα, καὶ μόλις τρέφεται ἀπὸ τῶν ποριζομένων αὐτῷ ὀλίγων ὀβολῶν. Ἀπαιτοῦμεν πικρῶς ἔσθʼ ὅτε καὶ περισσὰ ἔχοντες παρʼ ἑαυτοῖς. Ταῦτα οὖν λέγει ἐγκαλῶν τῷ Ἰὼβ, ὅτι ἀμφίασιν γυμνῶν ἀφεῖλεν.