Homiliae in Job (fragmenta in catenis, typus II)

Origen

Origenes. Origenis Opera Omnia, Volume 7 (Patrologia Graeca, Tomus 17). La Rue, Charles de, editor; La Rue, Charles Vincent de, editor. Paris: J. P. Migne, 1857.

(66) Στίχ. β´. Πότερον οὐχὶ Κύριός ἐστιν ὁ διδάσκων σύνεσιν καὶ ἐπιστήμην;

Τὰ οἰκονομούμενα ὑπὸ τοῦ ἁγὶου Πνεύματος ἀναγραφῆς ἀξιωθῆναι χρή. Διὰ τοῦτο ἀναγράφεται ὑπὲρ τοῦ τὸν ἐντυγχάνοντα ὠφελεῖσθαι ἐκ τῶν ἀναγινωσκομένων. Εἰ μὴ οὖν χρήσιμοι ἦσαν οἱ λόγοι τῶν τριῶν, τῶν παραγενομένων πρὸς τὸν Ἰὼβ, ὡς τὸν ἐντυγχάνοντα λαβεῖν τι ἀπὸ τῶν εἰρημένων ὑπʼ αὐτῶν πρὸς τὸν Ἰώβ· οὐκ ἂν ἡ πρόνοια εἰς τὴν βίβλον τοῦ Ἰὼβ ἐποίησεν ἀναγραφῆναι καὶ τοὺς λόγους τῶν τριῶν. Ἔστιν οὖν ὠφεληθῆναι μὲν ἀπὸ τῶν λόγων αὐτοῦ (67), ἐνορῶντα τοῖς δόγμασιν· ὁρᾷν δὲ τὸ ἔγκλητον τῶν λόγων περὶ ἓν μόνον, ὅτε αἰτιῶνται τὸν Ἰὼβ, οἰόμενοι αὐτὸν πάσχειν διὰ τὰ ἡμαρτημένα αὐτῷ· οὐχ ὁρῶντες, ὅτι καὶ ἄλλα πολλὰ αἴτιά ἐστι τοῦ συμβαίνειν ἀνθρώποις. Τοιαῦτά ἐστι νενομισμένα εἶναι καλὰ ἢ χαλεπὰ, ἢ ὅπως ποτὲ βούλεταί τις αὐτὰ ὀνομάζειν. Καὶ μετʼ ὀλίγα· Πότερον οὐχὶ ὁ Κύρός ἐστιν ὁ διδάσκων σύνεσιν καὶ ἐπιστήμην; (68) Τὸ δόγμα ὑγιές ἐστι· ὅτι ἀληθινὸς διδάσκαλος ἀρετῆς οὐ δύναται εἶναι ἄνθρωπος. Ὁ διδάσκων γὰρ ἄνθρωπον γνῶσιν, καὶ ἐν τοῖς Ψαλμοῖς ἀναγέγραπται, ὅτι οὐκ ἄλλος ἐστὶν ἢ Θεός. Καὶ, Δίδαξὸν με, φησὶν, τὰ δικαιώματὰ σου, ὁ Προφήτης, εἰδὼς διδάσκαλον εἶναι ἀληθῆ καὶ τέλειον τὸν Θεόν. Διδάσκει δὲ ὁ Θεὸς ἐλλάμπων τῇ ψυχῇ τοῦ μανθάνοντος ὑπʼ αὐτοῦ, καὶ τὴν διάνοιαν φωτίζων τῷ φωτὶ, τῷ ἀληθινῷ λόγῳ αὐτοῦ. (69) Οὐκοῦν καὶ ἄνδρες δίκαιοι ἡμᾶς διδάσκουσι διδασκαλικὴν εἰληφότες χάριν (70).

(71) Στίχ. δ´. Καὶ συνεισελεύσεταί σοι εἰς κρίσιν.

Λόγον ποιούμενος ὁ Θεὸς τοῦ προνοουμένου ὑπʼ αὐτοῦ, ἐλέγχει αὐτόν. Καὶ συνεισελεύσεταί σοι εἰς κρίσιν. Πολλάκις εἴπομεν, εἴποτε ἐνέπεσε τὸ δόγμα [*]((69) ln cod. Nani. additur.) [*]((70) Reliqua usque ad χάριν γίνεται ut in editis.) [*]((71) Conter Chrys. pag. 376.)

81
τοῦτο ἐν ἄλλαις λέξεσιν, ὅτι οὕτως ἐστὶν ὁ Θεὸς φιλἀνθρωπος, ὥστε, καὶ χρηστῶς κρίνων ἡμᾶς, ἐπιτρέπει λέγειν ἡμᾶς πρὸς αὐτὸν, ὦς κρινόμενον μεθʼ ἡμῶν, περὶ ὧν βουλόμεθα. Ἐχρησάμην οὖν τοῖς ἀπὸ τοῦ Ἡσαῒα· Δεῦτε, καὶ διαλεχθῶμεν, λέγει Κύριος. Τὸ γὰρ, διαλεχθῶμεν, τοιοῦτόν ἐστιν· Εἴ τί με ἔχεις ἐλέγξαι, καὶ τὴν πρόνοιάν μου, ὡς ἀμελήσαντός σου (72), ὡς μὴ τὰ δέοντα πεποιηκότος, λέγε· Κἀγὼ, ὅ τι ποτὲ ἔχω ἐρῶ, πείσω σε, καταδικάζων σε ἄξιον ὄντα τοῦ καταδικασθῆναι.