Homiliae in Job (fragmenta in catenis, typus II)

Origen

Origenes. Origenis Opera Omnia, Volume 7 (Patrologia Graeca, Tomus 17). La Rue, Charles de, editor; La Rue, Charles Vincent de, editor. Paris: J. P. Migne, 1857.

(84) Στίχ. ιβ´. Μὴ οὐχὶ ὁ τὰ ὑψηλὰ ναίων ἐφορᾶ;

Ἀλλὰ νομίζεις, ὅτι οὐχ ὁρᾷ τὰ πραττόμενα ὁ ἐν ὑψηλοῖς κατοικῶν Θεός. Οἷα τοίνυν πάντα ἐφορῶν, τοὺς ὑπὸ τῆς ὑβριστικῆς ἕξεως ἐπηρμένους τὸ φρόνημα καταφέρει.

(85) Στίχ. ιβ´. Τοὺς δὲ ὕβρει φερομένους ἐταπείνωσεν.

Εἴ τις φέρεται ὕβρει, καὶ οἱονεὶ κατασύρεται ὑπὸ ὗβριστικῆς ἕξεως καὶ πράξεως, οὗτος ταπεινοῦται ὑπὸ τοῦ Θεοῦ. Εἰκὸς οὖν, ἐπεὶ καὶ σὺ ὕβρισας χήρας καὶ ὀρφανοὺς, καὶ ἠνεχύρασας διακενῆς τοὺς ἀδελφούς σου· διὰ τοῦτο ταῦτα πέπονθας, καὶ τεταπείνωσαι.

Στίχ. ιγ´ Καὶ εἶπας, Τί ἔγνω ὁ Ἰσχυρός;

Εἰκὸς, ὅτι σὺ ἔλεγες κατὰ σαυτὸν, Τί ἔγνω ὁ Ἰσχυρός; Οἷον, Δύναται πάντα ἐγνωκέναι ὁ Θεός;

Στίχ. ιγ´. Ἤ κατὰ τοῦ γνόφου κρινεῖ; δοῦ αὐτοῦ. Δύναται δὲ κρίνειν ὁ Θεὸς καὶ ἐν χειμῶνι γενόμενος.