Homiliae in Job (fragmenta in catenis, typus II)

Origen

Origenes. Origenis Opera Omnia, Volume 7 (Patrologia Graeca, Tomus 17). La Rue, Charles de, editor; La Rue, Charles Vincent de, editor. Paris: J. P. Migne, 1857.

Στίχ. ι´. Τοιγαροῦν ἐκύκλωσάν σε παγίδες. Παγίδας λέγει τὰ συμβεβηκότα αὐτῷ, ἐν αἷς ἐμπέπτωκεν, εἰς ἃς καὶ παγιδεύεται αὐτοῦ ἡ ψυχὴ ἀπὸ τῶν συμβεβηκότων αὐτῷ.

Στίχ. ια´. Τὸ φῶς σοι σκότος ἀπέβη.

Ἐν φωτὶ ἦς, ὅτε τὰ ὑπάρχοντά σοι ἦν, ὅτε τὰ τέκνα σου περιῆν, ὅτε ὑγίαινέ σου τὸ σῶμα. Νῦν δὲ οἷον εἰς σκότος καταβέβηκας, εἰς τὰς περιστάσεις ταύτας.

(82) Εἰς τὸ αὐτό. Τουτέστιν ἐν ἐρημίᾳ, καὶ αἴθριος, ἀλήτης, καὶ φυγὰς, καὶ ἀνέστιος.

(83) Στίχ. ια´. Κοιμηθέντα δὲ ὕδωρ σε ἐκάλυψεν.

Τὸ, κοιμηθέντα σε ὕδωρ ἐκάλυψεν, τοιοῦτόν ἐστιν· Ἐκάλυψέ σε ἡ ἀντικειμένη ἐνέργεια. Ἐπεὶ οὐκ ἐγρηγόρεις, ἐπεὶ οὐχ ὕπνωσας. Οἶδε δὲ ἡ Γραφὴ ὕπνον τινὰ ἁμαρτίας. Διὸ ἐντέταλται ἡμῖν λέγουσα· Μὴ δῷς ὕπνον σοῖς ὄμμασι, μηδὲ νυσταγμόν τοῖς βλεφάροις, ἵνα ζήση ὥσπερ δορκὰς ἐκ βρόχων, καὶ ὥσπερρ ὄρνεον ἐκ παγίδος.