Homiliae in Job (fragmenta in catenis, typus II)
Origen
Origenes. Origenis Opera Omnia, Volume 7 (Patrologia Graeca, Tomus 17). La Rue, Charles de, editor; La Rue, Charles Vincent de, editor. Paris: J. P. Migne, 1857.
Στίχ. η´. Ὁ σπόρος αὐτῶν κατὰ ψυχήν. Τοῦ μὲν δικαίου ὁ σπόρος κατὰ πνεῦμά ἐστι· Σπείρει γὰρ εἰς τὸ πνεῦμα, καὶ ἐκ τοῦ πνεύματος θερίζει ζωὴν αἰώνιον· τῶν δὲ τοιούτων, ἐπεὶ ψυχικὸς ἄνθρωπος οὐ δέχεται τὰ τοῦ πνεύματος· μωρία γὰρ αὐτῷ ἐστιν· ὁ σπόρος οὐ κατὰ πνεῦμα, ἀλλὰ κατὰ ψυχὴν, τὸ ὑποδεέστερον.
Στίχ. η´. Τὰ δὲ τέκνα αὐτῶν ἐν ὀφθαλμοῖς. Πάντα ὅσα ποιοῦσιν, πρὸς τὸ θεαθῆναι ὑπὸ τῶν ἀνθρώπων ποιοῦσι. Τέκνα γὰρ τὰ ἔργα ἑκάστου. Οὐκ ἔστι τέκνα τῶν ἑτεροδόξων ἐν καρδίᾳ, ἐν λογισμοῖς ἀγαθοῖς, ἀλλʼ ἐν ὀφθαλμοῖς, πρὸς τὸ θεαθῆναι ὑπὸ τῶν ἀνθρώπων.
(65) Στίχ. θ´. Οἱ οἶκοι αὐτῶν εὐθηνοῦσιν. Ὅτ᾿ ἂυ εἰσέλθῃς εἰς συναγωγὴν αἱρετικῶν, καὶ ἴδῃς ἐκεῖ πλῆθος συναγομένων, βλέπε, ὅτι οἱ οἶκοι αὐτῶν εὐθηνοῦσιν.
Στίχ. θ´. Φόβος δὲ οὐδαμοῦ. Ἄφοβοί εἰσιν. Οὐ φοβοῦνται τὸν Θεὸν, καταφρονοῦσι τῆς Θεότητος· τοιαῦτα λέγοντες περὶ Θεοῦ, οὐ φοβοῦνται, ὅτι περὶ Θεοῦ λαλοῦσιν.
Στίχ. θ´. Μάστιξ δὲ παρὰ Κυρίου οὐκ ἔστιν ἐπ᾿ αὐτοῖς.
Τοῦ αὐτοῦ. Ἐὰν ἴδῃς ἄνθρωπον τοιαῦτα κατὰ Θεοῦ λαλοῦντα, ὑγιαίνοντα τῷ σώματι, βλέποντα, τὰ αἰσθητήρια σώζοντα, καὶ δοκοῦντα ἐνίοτε καὶ ἐν τοῖς κοσμικοῖς εὐτυχεῖν· ὅρα, ὅτι πεπλήρωται ἐπʼ αὐτοῦ ἀσεβοῦς ὄντος τό· Μάστιξ δὲ παρὰ Κυρίου οὐκ ἔστιν ἐπ᾿ αὐτοῖς.