Homiliae in Job (fragmenta in catenis, typus II)

Origen

Origenes. Origenis Opera Omnia, Volume 7 (Patrologia Graeca, Tomus 17). La Rue, Charles de, editor; La Rue, Charles Vincent de, editor. Paris: J. P. Migne, 1857.

Στίχ. ι´. Ἡ βοῦς αὐτῶν οὐκ ὠμοτόκησε. Τοῦ αὐτοῦ. Ὁ βοῦς ζῶόν ἐστι γεωργικὸν, καὶ συμπνέων εἰς γεωργίαν. Καὶ αὐτοὶ γεωργοῦσι. Γεωργοῦσι δὲ Σόδομα καὶ Γόμοῤῥα, γεωργοῦσιν Αἴγυπτον. Ἡ βοῦς αὐτῶν οὐκ ὐμοτόκησεν· ἀλλὰ καὶ αὐτὴ ἀπεκύησε, καὶ ἐγέννησε τέκνον, ἵνα γεωργῆται αὐτῶν ἡ πονηρὰ γῆ.

Στίχ. ι´. Διεσώθη δὲ αὐτῶν ἐν γαστρὶ ἔχουσα, καὶ οὐκ ἔσφηλεν.

Ὅσα συλλαμβάνουσι, ταῦτα καὶ κύουσιν, οὐκ ἀπὸ τοῦ φόβου Θεοῦ συλλαμβάνοντες, ἀλλʼ ἀπὸ τῆς κακίας. Ἰδοὺ ὠδίνησεν ἀδικίαν, συνέλαβε πόνον, καὶ ἔτεκεν ἀνομίαν.

Στίχ. ια´. Μένουσι δὲ ὥσπερ πρόβατα αἰώνια. Ποῖος νοῦς ἐστι τοῦ· μενοῦσιν ὡς πρόβατα αἰώνια; Περὶ ὧν φησιν ὁ Χριστός· Τὰ ἐμὰ πρόβατα τῆς ἐμῆς φωνῆς ἀκούουσι, καὶ ἐγὼ ζωὴν αἰώνιον δίδωμι αὐτοῖς, καὶ τὰ ἑξῆς· ταῦτά ἐστι τὰ αἰώνια πρόβατα. Ἐπεὶ οὖν μῖμοί εἰσιν οἱ ἑτερόδοξοι, καὶ ἐθέλουσι μιμεῖσθαι τὴν ποίμνην τοῦ Χριστοῦ, ἐπισκόπους ἑαυτοῖς χειροτονοῦντες, πρεσβυτέρους, διακόνους, διδασκάλους, λαὸν, κατηχουμένους, μιμούμενοι τὰ αἰώνια πρόβατα, πληροῦσι τό· Μένουσι δὲ ὡς πρόβατα αἰώνια. Οὐκ εἰσὶ δὲ πρόβατα αἰώνια, ἀλλὰ μένουσιν ὡς πρόβατα αἰώνια.

[*](67 Psal. VII, 15. 68 Joan. X, 27, 28.)
80

Στίχ. ια´. Τὰ δὲ παιδία αὐτῶν προσπαίζουσι.