Selecta in Psalmos [Dub.]

Origen

Origenes. Origenis Opera Omnia, Volume 2 (Patrologia Graeca, Tomus 12). La Rue, Charles de, editor; La Rue, Charles Vincent de, editor. Paris: J. P. Migne, 1862.

Οὐχ ὑπέμειναν τὴν βουλὴν αὐτοῦ, καὶ ἐπεθύμησαν ἐπιθυμίαν ἐν τῇ ἐρήμω, κ. τ. ἑ. Οὐκ ἀνέμειναν τὴν χάριν αὐτοῦ, ἀλλʼ ἐπελάθοντο τῶν ἔργων αὐτοῦ καὶ ἐπεθύμησαν ἐπιθυμίαν κακήν.

Καὶ ἠλλάξαντο τὴν δόξαν αὐτῶν ἐν ὀμεαώματι όσχου ἐσθίοντος χόρτον, κ. τ. ἑ. Οἱ δοξάζοντες κτίσμα παρὰ τὸν κτίσαντα, οὗτοι ἀλλάσσουσι τὴν δόξαν αὐτῶν.« Καὶ ἤλλαξαν, φησὶν ὁ Παῦλος, τὴν δόξαν τοῦ ἀφθάρτου Θεοῦ ἐν ὁμοιώματι φθαρτοῦ ἀνθρώπου, καὶ πετεινῶν, καὶ τετραπόδων, καὶ ἑρπετῶν. »

Καὶ εἶπε τοῦ ἐξαλοδρεῦφαι αὐτοὺς, κ. τ. ἑ. ἐξολόθρευσις νῦν τὴν μετάθεσιν τὴν ἐκ τοῦ βίου τούτου σημαίνει.

Εἰ μὴ Μωϋσῆς ὁ ἐκλεκτὸς αὐτοῦ ἔστη ἐν τῇ θραύσει ἐνώπιον αὐτοῦ, τοῦ ἀποστρέψαι τὸν θυμμὸν αὐτοῦ, τοῦ μὴ ἐξολοθρεῦσαι αὐτοὺς, κ. τ. ἑ. Σημειωτέον, ὅτι καὶ εἷς ἅγιος, ὡς ὁ Μωϋσῆς, δυνατός ἐστιν ἀποστρέψαι ὀργὴν φερομένην ἐπʼ ἔθνος ὅλον.

Κοὶ ἐξουδένωσαν γῆν ἐπιθυμητὴν, κ. τ. ἑ. Ἡ γῆ ἐπιθυμητὴ ἡ βασιλεία ἐστὶ τῶν οὐρανῶν.

Καὶ ἐπῆρε τὴν χεῖρα αὐτοῦ ἐπʼ αὐτοὺς, κ. τ. ἑ. Χεῖρα λέγει τὰς κολαστικὰς αὐτοῦ δυνάμεις.

Καὶ ἐτελέσθησαν τῷ Βεελφεγὼρ, κ. τ. ἑ. Βεελφεγὼρ εἴδωλον τοῦ Βὴλ ἐν τῷ τόπῳ τοῦ Φεγώρ.