Selecta in Psalmos [Dub.]

Origen

Origenes. Origenis Opera Omnia, Volume 2 (Patrologia Graeca, Tomus 12). La Rue, Charles de, editor; La Rue, Charles Vincent de, editor. Paris: J. P. Migne, 1862.

Μὴ ἅπτεσθε τῶν χρστῶν μου, κ. τ. ἑ. Οὗτοι οἱ χριστοὶ Χριστοῦ μετέχοντες λέγονται χριστοί· ὁ δὲ Χριστὸς τοῦ Πατρὸς μετέχων λέγεται Χριστός. Χριστὸν δέ φηρι τὸν μετὰ τοῦ Θεοῦ Λόγου ἐπιδημήσαντα Κύριον.

Καὶ ἐκραταίωσεν αὐτὸν ὑπέρ τοὺς ἐχθροὺς αὐτοῦ, κ. τ. ἑ. Χωρὶς ἀρετῆς καὶ γνώσεως Θεοῦ οὐκ ἄν τις γένοιτο τῶν ἐχθρῶν ἰσχυρότερος.

Εἶπε καὶ ἦλθε κυνόμυια, κ. τ. ἑ. Τὴν κυνόμυιαν οἱ Ἑβραῖοι ἑρμηνεύουσι πλῆθος πάμμιγον ἀγρίων καὶ σαρκοβόρων θηρίων· οἱ δὲ Ἐλληνες λέγουσι κυνόμυιαν τὴν τοῦ κυνὸς τοῦ ὑλακτοῦντος μυῖαν.

Κοὶ ἐπάταξε τὰς ἀμπέλους αὐτῶν, κ. τ. ἐ. Ἐκ γὰρ ἀμπέλου Σοδόμων ἦσαν αἱ ἄμπελοι αὐτῶν, καὶ αἱ κληματίδες αὐτῶν ἐκ Γομόῤῥας.

Εἶπε, καὶ ἦλθεν ἀκρὶς, κ. τ. ἑ. Ἡ ἀκρὶς αὕτη κατεσθίει τὸ σπέρμα τὸ πονηρόν.

Καὶ ἔσωσεν αὐτοὺς ἕνεκεν τοῦ ὀνόματος αὐτοῦ, τοῦ γνωρίσαι τὴν δυναστείαν αὐεοῦ, κ. τ. ἐ. Διὰ

1563
τοῦτο σώζει ἡμᾶς ὁ Κύριος, ἵνα γνῶσιν ἡμῖν τῆς δυναστείας αὐτοῦ χαρίσηται.

Εἶς ἐξ αὐτῶν οὐχ ὑπελείφθη, κ. τ. ἑ. Μακάριος οὗτος. ᾧ μηδεὶς τῶν ἐχθρῶν ὑπολείπεται.