Ἐπεὶ δὲ εἶπεν ὁ σωτήρ· ὦ γενεὰ ἄπιστε καὶ διεστραμμένη, ἐμφαίνει ὅτι ἐκ διαστροφῆς ἡ κακία παρεισελήλυθε, παρὰ φύσιν γενομένη καὶ διαστρόφους ἡμᾶς πεποιηκυῖα. ὅλον δὲ (οἶμαι) τὸ τῶν ἐπὶ γῆς ἀν-
[*](10 Psal. 30, 19 – 15 Ex. 4, 11)[*](6 τὴν]μὲν λ)[*](18 quid B 22 quousque ρ, vgl. S. 197, 5 usquequo x 35 autem + quod G c. r.)
v.10.p.197
θρώπων γένος διά τὴν κακίαν βαρούμενος καὶ τὴν μετ’ αὐτῶν διατριβὴν ὁ σωτὴρ εἶπε τὸ ἕως πότε μεθ’ ὑμῶν ἔσομαι: προείπομεν οὖν ἀπὸ μέρους εἰς τὸ ἐὰν ἔχητε πίστιν ὠς κόκκον σφινάπεως, ἐρεῖτε τῷ ὄρει τούσινάπεως, ἐρεῖτε τῷ ὅρει τούτῳ καὶ τὰ ἑξῆς. οὐδὲν δ’ ἧττον κατὰ τὸ φαινόμενον ἡμῖν τρανότερον καὶ ταῦτα εἰς τὸν τόπον λελέξεται. ὄρη ἐν τούτοις οἶμαι λέγεσθαι τὰς ἐν κακίᾳ κεχυμένῃ καὶο μεγάλῃ γεγενημένας ἀντικειμένῃ καὶ μεγάλῃ γεγενημένας ἀντικειμένας δυνάμεις, αἵτινες ὡσπερεὶ ἐρηρεισμέναι εἰσὶν ἐν ταῖς τῶν ἀνθρώπων ψυχαῖς. ἐπὰν οὖν ἔχῃ τις »τὴν πᾶσαν πίστιν«, ὥστε μηκέτι περί τινων ἐν τοῖς ἱεροῖς γράμμασι κειμένων ἀπιστεῖν, καὶ τοιαύτην αὐτὴν ἔχῃ, ὁποία ἦν ἡ πίστις τοῦ Ἀβραὰμ πιστεύοντος τῷ θεῷ ἐπὶ τοσοῦτον, ὡστε λογισθῆναι τὴν πίστιν αὐτοῦ »εἰς δικαιοσύνην«. ἔχει »τὴν πᾶσαν πίστιν« ὡς κόκκον σινάπεως. εἶθ’ ὁ τοιοῦτος ἐρεῖ τῷ ὄρει τούτῳ (δείκνυμι δὲ »τὸ ἄλαλον καὶ κωφὸν« ἐν τῷ λεγομένῳ σεληνιάζεσθαι πνεῦ-
[*](6 Vgl. o. S. 192, 3ff – 7ff Vgl. Hieron. in Matth. 134 C: putant aliqui fidem grano sinapis comparatam paruam dici, quo regnum caelorum grano sinapis coferatur . . . quid enim ait »dicetis monti huic: transi hinc et transibit« — 11ff Vgl. Orig. hom. XII, 12 in Jer. (III 98, 14ff) : ποῖα δὲ ὄρη σκοτεινά; . . . ὁ διάβολος ὄρος σκοτεινόν ἐστιν, οἱ ἄρχοντες τοῦ αἰῶνος τούτου οἱ καταργοώμενοι ὄρη εἰσὶ σκοτεινά, καὶ τὸ δαιμόνιον ὁ σεληνιασμὸς ὄρος ἦν κτλ. — 17. 23 Vgl. I. Kor. 13. 2 – 21ff Vgl. Gen. 15,6 (Röm. 4, 3) – 26 Vgl. Marc. 9, 25 4 ὑμῶν] ἡμῶν Μ 9 δὲ Μ 11 λελέξεται]τοῦ λέξεται Μ 15/16 ταῖς τῶν] τισιν Η 22 ὥστε] ὠς Η 2 malitiae x, corr. Koe 5 usquequo B) v.10.p.198
μα)· μετάβα ἔνθεν (δηλονότι ἀπὸ τοῦ πάσχοντος ἀνθρωπου) <ἐκεῖ> (ἐπὶ τάχα τὴν ἄβυσσον) καὶ μεταβήσεται. ὁ δὲ ἀπόστολος ἐντεῦθεν (οἶμαι) τὴν ἀφορμὴν λαβὼν μετὰ ἀποστολικῆς εἶπεν ἐξουςίας τὸ »καὶ ἐὰν ἔχω πᾶσαν τὴν πίστιν ὥστε ὄρη μεθιστάνειν«· οὐ γὰρ ἓν μόνον ὄρος ἀλλὰ καὶ τὰ ἀνάλογον αὐτῷ πλείονα μεθίστησιν ὁ ἔχων »πᾶσαν τὴν πίστιν«, ἥτις ἐστὶν ὡς κόκκος σινάπεως· καὶ οὐδέν γε τούτῳ τῷ ἐπὶ τοσοῦτον πιστεύοντι ἔσται ἀδύνατον. πρόσχωμεν δὲ καὶ τῷ τοῦτο τὸ γένος οὐκ ἐκπορεύεται εἰ μὴ ἐν προσευχῇ καὶ νηστείᾳ, ἵν᾿ εἴ ποτε δέοι περὶ θεραπείαν ἀσχολεῖσθαι ἡμᾶς τοιοῦτόν τι πεπονθότος τινός, μὴ ὁρκίζωμεν μηδὲ ἐπερωτῶμεν μηδὲ λαλῶμεν ὡς ἀκούοντι τῷ ἀκαθάρτῶ πνεύματι, ἀλλὰ »σχολάζοντες προσευχῇ καὶ νηστείᾳ« ἐπιτύχωμεν προσευχόμενοι περὶ τοῦ πεπονθότος <σωτηρίας τῆς ἀπὸ θεοῦ> και τῇ ἑαυτὼν νηστείᾳ ἀπώσωμεν ἀπ᾿ αὐτοῦ τὸ ἀκάθαρτον πνεῦμα.
Σ<υσ> τρεφομένων δὲ αὐτῶνεἰς τὴν Γαλιλαίαν εἶπεν αὐτοῖς ὁ Ἰησοῦς· μέλλει ὁ υἱὸς τοῦ ἀνθρώπου παραδίδοσθαι εἰς χεῖρας ἀνθρώπων (17, 22 [23]).
[*](1ff Vgl. Orig. hom. XII, 12 in Jer. (III, 98, 23 f): »ἔνθεν« ἀπὸ τοῦ ἀνθρώπου, »ἐκεῖ« ἐπὶ τὸν τόπον τὸν οἰκεῖον αὐτοῦ. — 4—12 Fast wörtlich = o. S. 192, 17—23 — 2 <ἐκεῖ> Kl, vgl. hom. XII, 12 in Jer. (s. oben) 24f <σωτηρίας—θεοῦ> KI nach Diehl Koe, vgl. lat, 28 σ<υσ> τρεφομένων Hautsch TU. 34. 2a, 58 16 et + in G L | ut Kl et x | quando B 22 permanentes + in B 24f ieiuniis et] anders gr. 28 illis L)v.10.p.199
Καὶ δόξει γε ἐκείνοις ταῦτα ἰσοδυναμεῖν ὅτι »ἤρξατο δεικνύειν τοῖς μαθηταῖς ὅτι δεῖ αὐτὸν εἰς Ἱεροςόλυμα ἀπελθεῖν καὶ πολλὰ παθεῖν ἀπὸ τῶν πρεσβυτέρων καὶ ἀρχιερέων«. τὸ δὲ οὐχ οὕτως ἔχει. οὐ γὰρ ταὐτόν ἐστι τὸ ὑποδείκνυσθαι »τοῖς μαθη ταῖς ὅτι δεῖ αὐτὸν εἰς Ἱεροςόλυμα ἀπελθεῖν καὶ πολλὰ παθεῖν ἀπὸ τῶν πρεσβυτέρων καὶ ἀρχιερέων καὶ γραμματέων« καὶ μετὰ τὸ παθεῖν »ἀποκτανθῆναι καὶ« μετὰ τὸ ἀποκτανθῆναι »τῇ τρίτῃ ἡμέρᾳ ἐγερθῆναι«, τῷ λελέχθαι αὐτοῖς οὖσιν ἐν τῇ Γαλιλαίᾳ (ὅπερ ἀνωτέρω οὐ μεμαθήκαμεν), ὡς ἄρα μέλλοι ὁ υἱὸς τοῦ ἀνθρώπου παραδίδοσθαι· τὸ γὰρ παραδίδοσθαι ἀνωτέρω μὲν οὐκ εἴρηται, νῦν δὲ καὶ ὅτι εἰς χεῖρας ἀνθρώπων. ἐφ᾿ ᾧ ζητήσωμεν ὑπὸ τίνος μέλλει παραδίδοσθαι εἰς χεῖρας ἀνθρώπων ἢ τίνων. ἐκεῖ μὲν γὰρ ὑφ᾿ ὧν πείσεται διδασκόμεθα καὶ ἐν ᾧ τόπῳ πείσεται,
[*](2 Matth. 16, 21 — 13ff Matth. 16, 21 — 28—205, 30 Vgl. C luc Nr. 37 Or. 1 γε <M 2ff. 26 ff gr. kürzt 5/6 ἀρχιερέων] + καὶ γραμματέων λ 27 ᾧ] ἃ H 4 hierosolymam G c (B) 15 hierosolimam B | pati + et occidi Pasch (vgl. gr.) 22 didicimus y Pasch dicimus L 23 quia] quoniam L 24 tradi enim eum Kl nach Koe, vgl. gr. tradendum x)
v.10.p.200
ἐνταῦθα δὲ ἐπ’ ἐκείνοις μανθάνομεν ὅτι τὸ »πολλὰ παθεῖν« αὐτὸν ὑπὸ τῶν προειρημένων συμβαίνει, οὐκ ἐκείνων πρώτων αἰτίων γινομένων τοῦ »πολλὰ« αὐτὸν παθεῖν, ἀλλ’ ἢ τοῦ παραδιδόντος ἢ τῶν παραδιδόντων αὐτὸν εἰς χεῖρας ἀνθρώπων. ὁ μὲν οὖν φήσει ὅτι τοῦτο διηγούμενος ὁ ἀπόστολός φησι περὶ τοῦ θεοῦ· »ὅς γε τοῦ ἰδίου υἱοῦ οὐκ ἐφείσατο, ἀλλ’ ὑπὲρ ἡμῶν πάντων παρέδωκεν αὐτόν«, ἔδωκε δὲ καὶ ὁ υἱὸς »ὑπὲρ ἡμῶν ἑαυτὸν« εἰς θάνατον, ὥστε οὐ μόνον ὑπὸ τοῦ πατρός, ἀλλὰ καὶ ὑθ’ ἑαυτοῦ παρεδόθη. ἕτερος δὲ οὐ μόνον ἐκεῖνο ἀλλὰ καὶ τὰ ἐκκείμενα ἐπὶ τὸ αὐτὸ συναγαγὼν φήσει παραδεδόσθαι πρῶτον ὑπὸ τοῦ θεοῦ τὸν υἱὸν εἶτα πειρασθηςόμενον, εἶτα ἀγωνιούμενον, εἶτα ὑπὲρ ἀνθρώπων πεισύμενον ἢ καὶ »ὅλου τοῦ κόσμου«, ἵνα αὐτοῦ ἄρῃ »τὴν ἁμαρτίαν«, τῷ ἄρχοντι »τοῦ αἰῶνος τούτου«καὶ τοῖς ἄλλοις ἄρχουσιν αὐτοῦ, εἶτα ὑπὸ τούτων εἰς χεῖρας ἀνθρώπων αὐτὸν παραδίδοσθαι τῶν ἀποκτενούντων αὐτόν. παράδειγμα δὲ παραληφθήσεται τὰ τοῦ Ἰώβ.
[*](2 f Vgl. Matth. 16, 21–5 Vgl. Matth. 16, 21–7–12 Vgl. C luc Nr. 38 Or.–10 Röm. 8, 32–13 Vgl. Gal. 1, 4–23 Vgl. I. Joh. 2, 2– 24 Vgl. Joh. 1, 29–25 Vgl. Joh. 14, 30—Vgl. I. Kor. 2, 8 5 ἀλλ’ ἢ Kl, Vgl. lat. ἀλλὰ M H 9 θεοῦ] θεοῦ *** Koe, vgl. lat. 13–16 ἔδωκε—παρεδόθη <M, vgl. lat. 19 παραδιδόσθαι M 21 εἶτα 1] 1.<γεννηθηςόμενον>, εἶτα? KI | πειραθηςόμενον H 3 <primam> Diehl, vgl. gr. 19 dicet Kl dicit x | primum] ipsum L 29 accipiet] accipe et GL 31 a deo est L 32 manum μ manus Koe manu x) v.10.p.201
»ἰδοὺ πάντα ὅσα ἐστὶν αὐτῷ δίδωμι ἐν τῇ χειρί σου· ἀλλὰ αὐτοῦ μὴ ἄψῃ«, εἶτα ὡσπερεὶ παραδοθέντος ὑπὸ τοῦ διαβόλου τοῖς ἄρχουσιν αὐτοῦ τοῖς αἰχμαλωτεύουσι, τοῖς ἱππεῦσι, τῷ καταβαίνοντι ὡς ἐξ οὐρανοῦ πυρί, τῷ ἐκ τῆς ἐρημίας ἐλθόντι μεγάλῳ πνεύματι καὶ τὴν οἰκίαν χαλάσαντι. ἐπιστήσεις δὲ εἰ, ὥσπερ τοῖς αἰχμαλωτεύουσι παραδέδωκε τὰ τοῦ Ἰὼβ καὶ τοῖς ἱππεῦσιν, * * * οὕτως καί τινι ἐνεργεί<τῶν> ὑπὸ »τὸν ἄρχοντα τῆς ἐξουσίας τοῦ ἀέρος, τοῦ πνεύματος τοῦ ἐνεργοῦντος νῦν ἐν τοῖς υἱοῖς τῆς ἀπειθείας«, ἵνα τὸ ἐκεῖθεν καταβαῖνον πῦρ ἐπὶ τὰ πρόβατα τοῦ Ἰὼβ ἐξ οὐρανοῦ οφ θῇ καταβαῖνον τῷ ἀπαγγέλλοντι τῷ Ἰὼβ ὅτι »πῦρ ἔπεσεν ἐκ τοῦ οὐρανοῦ καὶ κατέκαυσε τὰ πρόβατα αὐτοῦ, καὶ τοὺς ποιμένας κατέφαγεν ὁμοίως«. παραπλησίως δὲ τούτοις ζητήσεις, εἰ καὶ τὸ »ἐξαίφνης μέγα πνεῦμα ἀπὸ τῆς ἐρήμου« ἐλθὸν καὶ ἁφάμενον »τῶν τεσσάρων γωνιῶν τῆς οἰκίας« ἕν τι τῶν ὑπὸ τὸν διάβολον ἦν, ᾦ παρέδωκεν ὁ διάβολος τὸ »τῶν υἱῶν« »καὶ τῶν θυγατέρων« τοῦ Ἰὼβ συμπόσιον, ἵνα συμπέσῃ »ἡ οἰκία ἐπὶ τὰ παιδία« τοῦ δικαίου καὶ τελευτήσωσιν.
[*](1 Job 1, 12 – 3 Job 2, 6 – 6 13f Vgl. Job 1, 15–19 –15 Eph. 2,2– 22 Job 1, 16 – 27 Job 1, 19 – 30ff Vgl. Job 1, 18f 4 εἶτα ὡσπερεὶ] εἰπομεν περεὶ Μ 14 *** Diehl Kl Koe, vgl. lat. 15 <τῶν> Kl, vgl. Z. 29 20 τὸν ἰῶβ Μ 29 τὸν] τῶν Η 30 παραδέδωκεν Μ 31 τοῦ Ἰὼβ] αῦτοῦ Μ 3 et iterum R G iterum B L 6 potestatem μ potestate x 14 <et equitumx003E; Diehl, vgl. gr.)v.10.p.202
Ἔστω οὖν (ὡς ἐπὶ τοῦ Ἰὼβ) πρῶτον παραδιδοὺς ὁ πατὴρ τὸν υἱὸν ταῖς ἀντικειμέναις ἐνεργείαις, εἶθ' αὖται παραδιδότωσαν αὐτὸν εἰς χεῖρας ἀνθρώπων, ἐν οἶς ἀνθρώποις καὶ Ἰούδας ἦν, εἰς ὃν »μετὰ τὸ ψωμίον εἰσῆλθεν ὁ σατανᾶς«, ἀρχικώτερον τοῦ Ἰούδα παραδιδοὺς αὐτόν. ἀλλ' ὅρα, μήποτε τὸ παραδίδοσθαι ταῖς ἀντικειμέναις ἐνεργείαις ὑπὸ τοῦ πατρὸς τὸν υἱὸν συνεξετάζων τῷ παραδίδοσθαι ὑπ' συνεξετάζων τῷ παραδίδοσθαι ὑπ' ἐκείνων εἰς χεῖρας ἀνθρώπων τὸν σωτῆρα, νομίσῃς ἴσον εἶναι τὸ ἐπ' ἀμφοτέρων λεγόμενον παραδίδοσθαι. κατανόει γὰρ /?οτι ὁ μὲν πατὴρ <οὐχ ἁπλῶς, ἀλλ'> »ὑπὲρ ἡμῶν πάντων παρέδωκεν αὐτὸν« ἀπὸ φιλανθρωπίας· αἱ δὲ ἀντικείμεναι δυνάμεις παραδοῦσαι τὸν σωτῆρα εῖς χεῖρας ἀνθρώπων οὐκ ἐσκόπουν τὸν ὑπέρ τινων σωτηρίας παραδιδόναι αὐτόν, ἀλλἂ (τὸ ὅσον ἐπ' αὐταῖς, ἐπεὶ οὐδεὶς αὐτῶν ἐγίνωνσκε τὴν τοῦ »θεοῦ σοφίαν τὴν ἐν μυστηρίῳ ἀποκεκρυμμένην«) παρεδίδουν αὐτὸν ἀποθανούμενον, ἵνα ὁ »ἐχθρὸς« αὐτοῦ »θάνατος« ὑποχείριον αὐτὸν λάβῃ ὁμοίως τοῖς »ἐν τῷ Ἀδὰμ« ἀποθνᾐσκουσι. καὶ οἱ ἀπ- [*](7 Vgl. Joh. 13, 27 – 21 Röm. 8,32 – 28 Vgl. I. Kor. 2, 7f – 31 Vgl. I. Kor. 15, 26 – 32 Vgl. I. Kor. 15, 22 3/4 εἶτ' αὐταὶ Η 14 συνεξετάzontew par. M 20 <οὐχ ἁπλῶς,ἀλλ'> Koe, vgl. lat. 27 αὐτὸν Η 33 ἀποκτίναντες Η 29/30 <moriturum> Koe, vgl. gr.)
v.10.p.203
κτείναντες δὲ αὐτὸν ἄνθρωποι <οὐχὶ θελήματι τοῦ θεοῦ ἤδη καθεστηκότι, ἀλλὰ δυνάμεων> θελήματι τυπούμενοι τῶν βουλομένων τὸν Ἰησοῦν ὑποχείριον γενέσθαι θανάτῳ τοῦτο ἐποίουν. οἶμαι δὲ ἀναγκαίως ἐξητάσθαι καὶ ταῦτα διὰ τὸ τὸν παραδιδόμενον εἰς χεῖρας ἀνθρώπων Ἰησοῦν μὴ ὑπὸ ἀνθρώπων εἰς χεῖρας ἀνθρώπων παραδίδοσθαι, ἀλλ' ὑπὸ δυνάμεων αἶς »ὑπὲρ ἡμῶν πάντων παρέδωκεν« ὁ πατὴρ τὸν υἱόν, ἐν αὐτῷ τῷ παραδεδόσθαι καὶ γίνεσθαι ὑπὸ τοὺς οἶς παρεδόθη καταλύοντα »τὸν τὸ κράτος ἔχοντα τοῦ θανάτου«· »διὰ« γὰρ »τοῦ θανάτου« κατήργησε »τὸν τὸ κράτος ἔχοντα τοῦ θανάτου« (τουτέστι τὸν διάβολον) καὶ« ἀπήλλαξε »τούτους, ὅσοι φόβῳ θανάτου« διὰ παντὸς τοῦ ζῆν ἔνοχοι ἦσαν δουλείας«.
»Κράτος« δὲ »θανάτου« νομιστέον ἔχειν τὸν διάβολον οὐ τοῦ μέσου καὶ <ἀ> διαφόρου, καθ' ὃν ἀποθνᾐσκουσιν οἱ σύνθετοι ἐκ ψυχῆς καὶ σώματος χωριζομένης αὐτῶν τῆς ψυχῆς ἀπὸ τοῦ σώματος, ἀλλὰ τοῦ ἐναντίου καὶ ἐχθροῦ τοῦ εἰπόντος· »ἐγώ εἰμι ἡ ζωή«, καθ' ὃν »ψυχὴ ἡ ἁμαρτάνουσα, αὕτη ἀποθανεῖται«. ἐμφαίνει δὲ ὅτι οὐχ ὁ θεὸς εἰς χεῖρας ἀνθρώπων παρέδωκεν αὐτόν, ὁ σωτὴρ λέγων· »εἰ ἦν ἐκ τοῦ
[*](12 Röm. 8, 32 – 16ff Hebr. 2 14f – 30 Joh. 11, 25; 14, 6 – Ez. 18,4 – 34 Joh. 18, 36 1ff <οὐχὶ—δυνάμεων> Kl Koe vgl. lat. 5 γενέσθαι] ποιεῖσθαι Μ 25 <ἀ>διαφόρου Hu 1 eum Pasch vgl. gr. eum + voluntatem habebant x 3 id fecerunt asch (vgl. gr.) <x 5 quae Kl qua x qui Pasch)
v.10.p.204
κόσμου τούτου ἡ βασιλεία ἡ ἐμή, οἱ ὑπηρέται ἂν οἱ ἐμοὶ ἠγωνίζοντο, ἵνα μὴ παραδοθῶ τοῖς Ἰουδαίοις«. παραδιδόμενος γὰρ Ἰουδαίοις εἰς χεῖρας ἀνθρώπων παρεδόθη, οὐχ ὑπὸ τῶν ἰδίων ὑπηρετῶν, ἀλλ' ὑπὸ τοῦ ἄρχοντος » τοῦ αἰῶνος τούτου« εἰπόντος περὶ τῶν ἐν ἀοράτοις δυνάμεσι κατὰ ἀνθρώπων ἱσταμένων βασιλειῶν· »ταῦτά σοι πάντα δώσωἐὰν πεσὼν προσκυνήσῃς μοι«. διὸ καὶ περὶ ἐκείνων λελέχθαι νομιστέον τὸ »παρέστησαν οἱ βασιλεῖς τῆς γῆς καὶ οἹ ἄρχοντες συνήχθησαν ἐπὶ τὸ αὐτὸ κατὰ το[ου κυρίου καὶ κατὰ τοῦ Χριστοῦ αὐτοῦ«. κἀκεῖνοι μὲν »οἱ βασιλεῖς« καὶ »οἱ ἄρχοντες« »παρέστησαν« καὶ »συνήχθησαν κατὰ τοῦ κυρίου καὶ ματὰ τοῦ Χριστοῦ αὐτοῦ«· ἡμεῖς δὲ ἐκ τοῦ παραδεδόσθαι αὐτὸν ὑπ' ἐκείνων εἰς χεῖρας ἀνθρώπων καὶ ἀπεκτάνθαι ὠφεληθέντες, φαμὲν τὸ »διαρρήξωμεν τοὺς δεσμοὺς αὐτῶν, καὶ ἀπορρίψωμεν ἀφ' ἡμῶν τὸν ζυγὸν αὐτῶν« ***.
[*](11 Vgl. Joh. 14, 30 – 15 Matth. 4,9 – 18ff Psal. 2,2 – 23 Vgl. Aet. 4, 26f – 29 Psal. 2, 3 2 οἱ <Μ 13/14 δυνάμεων Η 16 προσκυνήσεις Η 21–25 κἀκεῖνοι — αὐτοῦ] hier ist bald gr., bald lat. vollständiger 31 * * * KI Koe, vgl. lat. 6 autem] γὰρ gr. 10 in regno y* < L 27 hominum <et occisus> Koe, vgl. gr.) v.10.p.205
ὅτε γὰρ »σύμμορφοι« γινόμεθα τῷ θανάτῳ τοῦ Χριστοῦ, οὐκέτι ἐσμὲν ὑπὸ τοὺς δεσμοὺς τῶν (ὡς ἀποδεδώκαμεν) βασιλέων »τῆς γῆς«, οὐδ' ὑπὸ τὸν ζυγὸν τῶν κατὰ τοῦ κυρίους συναχθέντων ἀρχόντων »τοῦ αἰῶνος τούτου«· καὶ καὶ διὰ τοῦτο ὁ πατὴρ »τοῦ ἰδίου υἱοῦ οὐκ ἐφείσατο, ἀλλ' ὑπὲρ ἡμῶν πάντων παρέδωκεν αὐτόν«, ἵν' οἱ <ἄρχοντες οἱ> παραλαβόντες αὐτὸν καὶ παραδόντες αὐτὸν εἰς χεῖρας ἀνθρώπων, ὑπὸ τοῦ κατοικήσαντος »ἐν τοῖς οὐρανοῖς« ἐγγελασθῶσιν καὶ ὑπὸ τοῦ κυρίου ἐκμυκτηρισθῶσιν, εἰς κατάλυσιν τῆς ἰδίας βασιλείας καὶ ἀρχῆς παρὰ προσδοκίαν παραλαβόντες ἀπὸ τοῦ παρᾳ ἠγέρθη τῷ τὸν ἐχθρὸν αὐτοῦ θάντον κατηρηκέναι καὶ ἡμᾶς πεποιηκέναι »συμμόρφους«, οὐ μόνον »τοῦ θανάτου αὐτοῦ« ἀλλὰ καὶ »τῆς ἀναστάσεως«, δι' ὃν »ἐν καινότητι ζωῆς« περιπατοῦμεν, οὐκέτι καθεζόμενοι »ἐν χώρᾳ καὶ σκιᾷ θανάτου«, διὰ τὸ ἀνατεῖλαν ἐφ' ἡμᾶς »φῶς« τοῦ θεοῦ. εἰπόντος δὲ τοῦ σωτῆρος μέλλει ὁ υἱὸς τοῦ ἀνθρώπου παρα-
[*](4 Vgl. Röm. 6, 5 (8. 29) – 7 Psal. 2,2 – 9 Vgl. I. Kor. 2,8 – 10 Röm. 8,32 –16ff Vgl. Psal. 2,3 –22f Vgl. I. Kor. 15,26 –24f Vgl. Röm. 8,29 (6.5) – 27 Vgl. Röm. 6,4 – 28 Vgl. Matth. 4, 16 4 γινώμεθα Μ 8 χυ Μ 13 <ἄρχοντες οἱ> Kl nach Koe, vgl. lat. 16/17 ἐγγελασθῶσι Η ἐκγελῶνται Cluc Nr. 37? 18 ea y* <L) v.10.p.206
δίδοσθαι εἰς χεῖρας ἀνθρώπων, καὶ ἀποκτενοῦσι αὐτόν, καὶ τῇ τρίτῃ ἡμέρᾳ ἀναστήσεται, οἱ μαθηταὶ σφόδρα ἐλυπήθησαν, τῷ μὲν πραραδίδοσθαι μέλλειν αὐτὸν εἰς χεῖρας ἀνθρώπων καὶ τῷ ἀποκτίννυσθαι αὐτόν, ὡς σκυθρωποῖς καὶ ἀξίοις λύπης ἐπιστήσαντες, μὴ προσχόντες δὲ τῷ τῇ τρίτῃ ἡμέρᾳ ἀναστήσεσθαι αὐτὸν δεηθέντα οὐδὲ χρόνου παλείονος, »ἵνα διὰ τοῦ θανάτου καταργήσῃ τὸν τὸ κράτος ἔχοντα τοῦ θανάτου«.