Ἐλθόντων δὲ εἰς Καπερναοὺμ προσῆλθον οἱ τὰ δίσραχμα λαμβάνοντες τῷ Πέτρῳ (17, 24 [–27]).
Εἰσί τινες βασιλεῖς τῆς γῆς καὶ τούτων υἱοί, μὴ διδόντες τέλη
[*](12 Hebr. 2, 14 4 οἰ μαθηταὶ <Η 15 Ἐλθόντων] vorher: Περὶ τῶν αἰτούντων τὰ διδραχμα Η 15/16 Καπερναοὺμ] diese Form nur hier, sonst Kαφαρναούμ M H 17 δίδραγμα durchweg M, H meist δίδραχμα 15 venisset ρ 16 usw. didrachma usw. ρ didragma usw. x 24 aut] an L)
v.10.p.207
ἤ κήνσους, καὶ ἕτεροι παρὰ τοὺς υἱοὺς αὐτῶν ἀλλότριοι τῶν βασιλών τῆς γῆς, ἀφ’ ὧν λαμβάνουσιν οἱ βασιλεῖς τῆς γῆς γῆς τέλη ἤ κῆνσον. καί εἰσιν οἱ μὲν υἱοὶ αὐτῶν ἐλεύθεροι παρὰ τοῖς βασιλεῦσι τῆς γῆς ὡς παρὰ πατράσιν <υἱοί>· οἱ δὲ ἀλλότριοι αὐτῶν ὡς δὲ κατὰ τοὺς δυναστεύοντας αὐτῶν καὶ καταδουλουμένους (ὡς »κατεδυνάστευον οἱ Αἰγύπτιοι τοὺς υἱοὺς Ἰσραήλ. καὶ κατωδύνων αὐτῶν τὴν ζωήν«, καὶ »κατεδουλοῦντο αὐτοὺς μετὰ βίας») δοῦλοι. δι’ οὕς δουλεύοντας ἀνάλογον τῇ δουλείᾳ τῶν Ἑβραίων μόνον »μορφὴν« τοῦ »δούλου« ἀνείληφεν ὁ υἱὸς τοῦ θεοῦ, οὐδὲν ἔργον ποιῶν πήλινον καὶ δοῦλον. ὡς οὖν ἔχων τὴν τοῦ »δούλου« ἐκείνου »μορφήν«, τέλος καὶ κῆνσον δίδωσιν οὐχ ἕτερον παρὰ τὸν διδόμενον ὑπὸ τοῦ μαθητοῦ αὐτοῦ· ὁ γὰρ αὐτὸς ἤρκει στατὴρ καὶ τὸ ἕν νόμισμα διδόμενον ὑπὲρ τοῦ Ἰησοῦ καὶ τοῦ μαθητοῦ αὐτοῦ. τοῦτο δὲ τὸ νόμισμα ἐν μὲν τῇ οἰκίᾳ τοῦ Ἰησοῦ οὐκ ἦν ἐν τῷ στόματι τοῦ θαλασσίου ἰχθύος, ὅν καὶ αὐτὸν οἶμαι εὐεργετούμενον ἀναβεβκέναι ἐν τῷ Πέτρου ἀγκίστρῳ συνειλημμένον, γενομένου ἁλιέως »ἀνθρώπων«, ἐν οἷς ἦν ὁ τροπικῶς λεγόμε-
[*](11 Εx. 1, 13f – 17. 20 Vgl. Phil. Marc. 1, 17 Parr. 7 <νἱοί> Κl, vgl. lat. 15 δουλεύοντες Μ 20 τέλος] ὡς δοῦλος Μ 25 τοῦ <Μ 27 τοῦ <20 τοῦ <Η 28 ἐτύγχανε Η 33 οἶς Ηu, vgl. lat. ὧ Μ Η 2, 7 – 18f Vgl. Ex. 1, 14 – 32 Vgl. 21 alium G L Pasch 29 adiuvatum R G L adiutum B salvatum Koe, vgl. S. 211, 34) v.10.p.208
νος ἰχθύς, ἵνα καὶ ἀπαρθῇ ἀπ’ αὐτοῦ <τὸ> ἔχον τὴν εἰκόνα »Καίσαρος« νόμισμα, καὶ γένηται ἐν οἷς οἱ ἁλιευόμενοι ὑπὸ τῶν μεμαθηκότων ἀνθρώπους ἁλιεύειν. ὁ μὲν οὖν ἔχων »τὰ Καίσαρος« ἀποδιδότω αὐτὰ τῷ »Καίσαρι«, ἵνα μετὰ τοῦτο ἀποδιδόναι δυνηθῇ »τὰ τοῦ θεοῦ τῷ θεῷ«. ἐπεὶ δὲ Ἰησοῦς, εἰκὼν ὤν »τοῦ θεοῦ τοῦ ἀοράτου«, οὐκ εἶχε τὴν εἰκόνα τοῦ »Καίσαρος« (ὁ γὰρ »ἄρχων τοῦ αἰῶνος τούτου οὐδὲν« εἶχεν ἐν αὐτῷ), διὰ τοὺτο <οὐκ ἀπὸ ἰδίου, ἀλλ’> ἀπὸ οἰκείου τόπου | τῆς θαλάσσης τὴν εἰκόνα »Καίσαρος« λαμβάνει, ἵνα δῷ τοῖς τῆς γῆς βασιλεῦσιν ἀντὶ αὐτοῦ καὶ τοῦ μαθητοῦ αὐτοῦ, ἵνα μηδὲ ὑπολαμβάνωσιν οἱ τὰ διδραχμα λαμβάνοντες ὀφειλέτην αὐτῶν εἶναι καὶ τῶν βασιλέων τῆς γῆς τὸν Ἰησοῦν· ἀπέδωκε γὰρ τὴν ὀφειλήν, οὐκ ἀναλαβὼν αὐτὴν οὐδὲ κεκτημένος οὐδὲ πορίσας οὐδὲ ἴδιόν ποτε ποιήσας αὐτὴν κτῆμα, ἵνα μηδέποτε ἡ »Καίσαρος« εἰκὼν ᾖ πραὰ τῇ εἰκόνι »τοῦ
[*](2–27 Vgl. Matth. 22, 19–21 Parr. – 11ff Vgl. Orig. hom. XIII, 2 in Ez. (VIII, 445, 19ff): quia non habebat eam »imaginem«, quam petebatur, . . . docet, ubi valeat reppreiri »imago«, quae quaeritur: »uade« inquit »ad mare« etc. – 11. 27f Vgl. Kol. 1, 15 – 13f Vgl. Joh. 14, 30 2 <τὸ> Koe 7/8 ἀποδότω Μ 14f <οὐκ ἀπὸ ἰδίου, ἀλλ’> Kl Koe, vgl. lat. 10 sunt dei L | <autem> Koe, vgl. gr. 21 <eorum et> Diehl Koe, vgl. gr. 22 debitum x* Pasch debitam ρ 26f imaginem–dei] invisibilem deum L)v.10.p.209
Καὶ κατ’ ἄλλον δὲ τρόπον λεχθείη <ἄν>· εἰσὶ τινὲς τῶν βασιλέων τῆς γῆς υἱοὶ καὶ <τινὲς> οὐχ υἱοὶ αὐτῶν, πλὴν υἱοὶ καὶ ἀπολελυμένως υἱοί, ἕτεροι δὲ διὰ τὸ εῑναι ἀλλότριοι τῶν υἱῶν τῶν βασιλέων τῆς γῆς, οὐδενὸς μὲν τῶν ἐπὶ γῆς υἱοί, αὐτὸ δὲ τοῦτο υἱοί, ἤτοι δὲ τοῦ θεοῦ ἤ τοῦ υἱοῦ αὐτοῦ ἤ τινος τῶν τοῦ θεοῦ. ἐὰν οὖν ὁ σωτὴρ πυνθάνηται τοῦ Πέτρου λέγων· οἱ βασιλεῖς τῆς γῆς ἀπὸ τίνων λαμβάνουσι τέλη ἤ κῆνσον; ἀπὸ τῶν ἰδίων υἱῶν ἤ ἀπὸ τὼν ἀλλοτρίων αὐτῶν; εἰπόντος δὲ τοῦ Πέτρου ὅτι οὐκ ἀλλοτρίων αὐτῶν, φησὶν ὁ Ἰησοῦς περὶ τούτων, οἵτινες ἀλλότριοί εἰσιν τῶν βασιλέων τῆς γῆς καὶ διὰ τὸ εἶναι ἐλεύδεροι υἱοὶ τυγχάνοθσι. τὸ ἄρα γε ἐλεύθεροί εἰσιν οἱ υἱοί, οὐκ ἐλεύδεροι γὰρ οἱ υἱοὶ τῶν βασιλέων τῆς γῆς, ἐπεὶ »πᾶς ὁ ποιῶν τὴν ἁμαρτίαν δοῦλος τῆς ἁμαρτίας ἐστίν«, ἐλεύθεροι δὲ οἱ μείναιντες <ἐν> τῇ ἀληθείᾳ τοῦ λόγου τοῦ θεοῦ καὶ διὰ τοῦτο γνόντες τὴν ἀλή- [*](28 Joh. 8, 34 – 30ff Vgl. Joh. 8, 31f 2 <ἄν> Kl + <τῶν υἱῶν> Κoe, vgl. lat. 3 υἱοὶ <Μ 4 <τινὲς> Κl 15 ἀπὸ <Μ 7 ἀλλὰ Μ 18 φησὶ ιݲςݲ Η 20 εἰσὶ Η 31 <ἐν> Κl 10 <id ipsum filii> Kl nach Diehl Koe, vgl. gr. 15 aut] an L 17 quod y* tale aliquid existima dictum L 25 tale aliquid aestima dictum y* <L 27 autem] 1. enim ? Kl, vgl. gr. 31 <veritate> verbi[s] Diehl, vgl. gr.)
v.10.p.210
θειαν, ἵνα καὶ ἐλευθερωθῶσιν ἀπ’ αὐτῆς. εἴ τις οὖν ἐστιν υἱὸς ἁπλῶς καὶ μὴ τοῦτο ὅλον υἱὸς τῶν βασιλέων τῆς γῆς, ἐκεῖνός ἐστιν ἐλεύθερος. καὶ ὅμως, ὤν ἐλεύθερος, πεφρόντικε τοῦ μὴ σκανδαλίζειν καὶ τοὺς βασιλεῖς τῆς γῆς διδραχμα λαμβάνοντας· διό φησι· μὴ σκανδαλίσωμεν αὐτούς, ἀλλὰ πορευθεὶς τὸν ἀναβάντα πρῶτον ἰχθὺν ἆρον καὶ τὰ ἑξῆς. πυθοίμην δ’ ἄν τῶν χαιρόντων τῇ περὶ φύσεων μυθοποιίᾳ, ποίας φύσεως ἦσαν εἴτε οἱ τῆς γῆς βασιλεῖς εἴτε οἱ υἱο ὶ αὐτῶν εἴτε οἱ τὰ δίδραχμα λαμβάνοντες, οὕς μὴ βούλεται σκανδαλίζειν ὁ σωτήρ. φαίνεται δὴ (ὡς κατὰ τὴν ὑπόθεσιν) ὅτι οὐκ ἐπαινετῆς εἰσι φύσεως, καὶ ὅμως πεφρόντικε τοῦ μὴ σκανδαλισθῆναι αὐτούς, καὶ ὅμως κωλύει σκόνδαλόν τι αὐτοῖς γενέσθαι, ἵν’
[*](13 ἐστιν + ὁ Η 17f καὶ . . . καὶ . . . καὶ] l. ἤ . . . ἤ . . . ἤ ? Κl, vgl. lat. 24 ἑξῆς] ἐν αὐτῶ Μ 32 φύσεως] φρενῶς Μ 1 liberabit Kl liberavit x 5f didragma Caes. habentia μ didragemas Caes. habentes x 35 huiusmodi] lat. las τοιούτοις für τι αὐτοῖς (Koe)) v.10.p.211
ἤτοι μὴ χεῖρον ἁραρτάνοιεν, ἥ πρὸς τὸ (εἰ βούλονται) σωθῆναι ἥκοιεν ἐκ τοῦ ἀποδέξαθαι τὸν φεισάμενον αὐτῶν ἴνα μὴ σκανδαλισθῶσι. καὶ ὠς ἐκ ΧΨΡΙΨΙ γε ΠΑΡΑΚΛΗΣΕΨΣ (οὔτω γὰρ ἐρμηνεύσταιἡ Καφαρναού) παρακαλῶν <ελασ> τον μαθητὴν καὶ ἐλεύθερον αὐτὸν εἶναι καὶ υἱὸν <ἀπαγγέλων>, δίδωσιν αὐτῷ δύναμιν τοῦ ἀλιεῦσαι ἰχθὴν πρῶτον, ἴνα ἀναβάντος αὐτοῦ παρακληθῇ ὁ Πέτρος ἐπὶ τῷ ἀναβάντι καὶ ἀλιευθέντι, καὶ ἀπὸ τοῦ <ἐξ ἐνοιχθέντος αὐτοῦ τοῦ> στόματος εἰλῆφθαι τὸν στατῆρα ἀποσοθησόμενον τοῖς οἰκείοις τοῦ στατήσρος καὶ ἀπαιτοῦσιν ὡς ἴδιον τὸ τοιοῦτον νόμισμα.
Χαριέντως δ’ ἄν ποτε χρήσαιο τῷ ῥητῷ ἐπὶ φιλαφηύρῳ, μηδὲν ἀνὰ στόμα ἔκοντι ἤ τὰ περὶ τοῦ ἀργυρίου, ἐπὰν ἴδηας αὐτὸν ὐπό τινος Πέτρου τεθεραπευμένον, ἀφλόντος αὐτοῦ οὐ μένον ἐκ τοῦ στόματος καὶ τῶν λόγων, ἀλλὰ καὶ ἀπὸ ὄπὸ ὅλως διαθέσεως τὰν στατῆρα, σύμβολον ἄντα πάσης αὐτοῦ φιλαργυρίας. ἐρεῖς γὰρ τὸν τοιοῦτον ἐν θαλάσσῃ μὲν γεγονέναι καὶ τοπῖς ἀλμυροῖς τοῦ βίου πράγμασι καὶ τοῖς κύμασι τῶν τῆς φιλαργυρίας φροντίδδων καὶ μεριμνῶν, ἔχοντα ἐν τῷ στόματι τὸν στατῆρα ὄτε ἄπιστος ην καὶ φιλάργυρος, ἀναβεβηκέναι δὲ ἀπὸ τῆς
[*](5 Vgl. Wutz, Onom. sacra 40 1 ἁμαρτάνοιευ ἀμαρτάνειν Μ Η | ἥ Κl. Vgl. lat. καὶ Μ Η 3 ἥκοιεν Κoe, vgl. lat. καὶ 8 <ἔσασ> τον Diehl Koe, vgl. lat. 9 <ἀπαυγέλλων> Κl, vgl. lat. 14 <ἐξ—τοῦ> Κl mit Diehl Koe, vgl. lat. 4 sicut x* sic ρ 16 <qui> Koe)
v.10.p.212
θαλάσσης ἐν τῷ λογικῷ ἀγκίστρῳ συνειλημένον καὶ κεὐεργετούμενον (ὑπό τινος αὐτὸν διδάξαντος Πἐτρου τἠν ἀλήθειαν) μηκέτι ἔχειν ἔν τῷ στόματι τὸν στατῆρα ἀλλὰ ἀντ’ ἐκείνου τὰ ἔκοντα τὴν εἰκόνα λόγια τοῦ θεοῦ.