In Jeremiam (Homiliae 1-11)
Origen
Origenes. Origenes Werke, Vol 3. Klostermann, Erich, editor. Leipzig: Hinrichs, 1901.
Ἀλλ᾿ ἐρεῖ τις· ταῦτα εἴρηται πρὸς τὸν Ἰσραήλ, σὺ δὲ αὐτὰ ἕλκεις ἐπὶ τοὺς ἀπὸ τῶν Μνῶν. θέλομεν παραστῆσαι ὅτι οὐ μετὰ πολλά, ἀλλ’ εὐθύς, ὅπου βούλεται πρὸς τὸν Ἰσραὴλ λέγειν τὰ περὶ ἐπιστροφῆς, προστίθησι τὸ τοῦ Ἰσραὴλ ὄνομα. ἑξῆς γοῦν λέγεται· »ἐὰν ἐπιστραφῇ Ἰσραὴλ, λέγει κύριος, πρός με, καὶ ἐπιστραφήσεται· καὶ ἐὰν περιέλῃ τὰ βδελύγματα αὐτοῦ ἐκ τοῦ στόματος αὐτοῦ, καὶ ἀπὸ τοῦ προσώπου μου εὐλαβηθῇ, καὶ ὀμόσῆ· ζῇ κύριος μετὰ ἀληθείας καὶ ἐν κρίσει καὶ ἐν δικαιοσύνῃ, καὶ εὐλογήσουσιν ἐν αὐτῷ ἔθην«. τὰ πρῶτα τοίνυν εἴρηται πρὸς τοὺς ἀπὸ τῶν ἐθνῶν· ἐθνῶν· ἐπεὶ ἐὰν τὸ πλήρωμα τῶν ἐθνῶν εἰσέλθῃ, τότε πᾶς Ἰσραὴλ σωθήσεται<, κατὰ τά εἰρημένα παρὰ τῷ ἀποστόλῳ ἐν τῇ πρὸς Ῥωμαίους ἐπιστολῇ. πρόσχες τίνα τρόπον ὁ μὲν θεὸς προτρέπει ἡμᾶς ἐπιστρέφοντας τελείως ἐπιστρέφειν, ἐπαγγελλόμενος ὅτι ἐὰν »ἐπιστρέφοντες« ἐπιστρέψωμεν πρὸς αὐτόν, ἰάσεται ἡμῶν διὰ Ἰησοῦ Χριστοῦ »τὰ συντρίμ- ματα«· ἡμεῖς δὲ ἀποκρινόμενοι, οἱ μὴ μέλλοντες μηδὲ βραδύνοντες περὶ τῆς σωτηρίας ὡς ἐκεῖνος ὁ Ἰσραήλ, φαμέν· »οἵδε ἡμεῖς ἐσόμεθά σοι«. ὁ μὲν θεὸς εἶπεν· ἐπιστράφητε, υἱοὶ ἐπιστρέφοντες, καὶ ἰάσο- [*](3 Vgl. Tit. 3, 3—6. — 7 f. Vgl. Hom. 5, 4 (S. 34, 25). - 9 Vgl. Tit. 3, 3. Vgl. Rom. 1, 1? — 10 Vgl. Phil. 3, 5. 0. — 11 Vgl. Tit. 3, 3. — 26 Vgl. Rom. 11, 25. 26.) [*](6 τοῦ] + κυρίου καὶ V | 19 οὐ μετὰ Hu οὐ μετ’ οὐ S | εἶτ᾿ ἐπεὶ ἐὰν ückenhaft w. e. seh. εἶτα λέγει πρὸς τὸν Ἱσραήλ, ἐπεὶ ἐὰν Blass εἶτ’ ἐπειδὰν Lietzmann.)
Εἴρηκεν οὖν ὁ θεὸς ἡμῖν· »ἐπιστράφητε, υἱοὶ ἐπιστρέφοντες, καὶ ἰάσομαι τὰ συντρίμματα ὑμῶν«· καὶ βλέποντες ἑαυτῶν τὰ συντρίμματα καὶ περὶ τῆς ἰάσεως ἐπαγγελίαν, εὐθέως ἡμεῖς ἁποκρινόμεθα καὶ λέγομεν· »ἰδοὺ ἡμεῖς ἐσόμεθά σοι, ὅτι σὺ κύριος ὁ θεὸς ἡμῶν«. ἐπακούσαντες οὖν καὶ εἰπόντες »ἐσόμεθά σοι« μνημονεύωμεν, ὅτι ὑπεσχόμεθ θεῷ, λέγοντες αὐτῷ τὸ »ἐσόμεθά σοι«· καὶ εἰπόντες αὐτῷ τὸ »ἐσόμεθά σοι« μηδενὸς ἄλλου γενώμεθα, μὴ πνεύματος ὀργῆς, μὴ πνεύματος λύπης, μὴ πνεύματος ἐπιθυμίας, μὴ τοῦ διαβόλου γενώμεθα, μὴ τῶν ἀΠέλων αὐτοῦ· ἀλλὰ κληθέντες καὶ εἰπόντες· 224V »ἰδοὺ ἡμεῖς ἐσόμεθά σοι«, δείξωμεν τοῖς ἔρηοις, ὅτι | γενέσθαι αὐτοῦ, οὐδενὶ ἄλλῳ ἢ αὐτῷ ἑαυτοὺς ἀνεθήκαμεν. καὶ λέγομεν· »ὅτι σὺ κύριος ὁ θεὸς ἡμῶν εἶ«· οὐδένα γὰρ θεὸν ἡμεῖς ὁμολογοῦμεν (οὐ τὴν κοιλίαν ὡς οἱ γαστρίμαργοι, »ὧν ὁ θεὸς ἡ κοιλία«· [*](2ff. Vgl. in Luc. Hom. 35 (Lo 5, 219 f.). — Vgl. Euseb. (Gh I, 327; das Fragment sieht fast aus, als Wäre d. Name Euseb. nur ein Fehler für: μὴ πρότερον ὄντες σοι, ἀλλὰ δαιμόνων μερίς. — 3 Vgl. Deut. 32, 8. 9. — 11 Vgl. Luk. 14, 18—20. — 15 Vgl. Sei. in Luc. (Lo 5, 241): ὁ δοκῶν εὑρηκέναι σοφίαν — 21 ff. Vgl. Euseb. 1. c: φυλακτέον οὖν ἔργοις τὴν τοῦ ἐσομένου σοι ὑπόσχεσιν, μηδενὸς ἄλλου γινόμενοι, εἶτα τὰ πρὶν εἴδωλα δοκοῦντα μὲν ἡμῖν ὑψηλά τε καὶ θαυμαστά, καλούμενα δὲ ψευδῆ έν ὄρεσι κατοικεῖ, ἤγουν τοὺς δαίμονας, τοῦ διαβόλου μηδὲν καταλιπόντος τῆς κτήσεως [sic] ἀπροσκύνητον. — 25 Vgl. Matth. 25, 41 — 24 ff. Vgl. Kunze, Glaubensregel S. 44 Anm. — 29 Vgl PhiL 3, 19.) [*](3 διεμέριζεν Co διεμέριζες S | 8 οἵδε] vgl. S. 31, 33 μερίδες σου Co | 15 ἀλλὰ] + καὶ Co | 19 καὶ] vielleicht ist τὴν úgen | 21 μνημονεύωμεν Co μνημονεύομεν S | 24 μὴ των τοῦ S | κύριος] vgl. S. 33, G. 14 #x772; S | 29 ὁ] < Gh.)
Εἶτα καταγνόντες τῶν προτέρων ἡμῶν κακῶν (ὅτε μεγάλα μὲν ἐνομίζομεν καὶ ὑψηλὰ τὰ εἴδωλα, προσεκυνοῦμεν καὶ θαυμαστὰ ἐνομίζομεν οἷς ἐλατρεύομεν· νυνὶ δὲ κατέγνωμεν ὅτι ἐκεῖνα πάντα ψευδῆ ἦν καὶ οὐδὲν ἐτύγχανεν), λέγομεν ἐπιστρέφοντες· »ὔντως εἰς ψεῦδος ἠσαν οἱ βουνοί«, καὶ ἡμεῖς καταγνόντες τῶν προτέρων ὑψηλῶν καὶ τῶν προτέρων θαυμασίων. καὶ τάχα ἐὰν φιλοτεχνῶμεν, εὑρήσομεν τὴν διαφορὰν τῶν ἐν τοῖς ἔθνεσι βουνῶν καὶ ὀρέων, ἅτινα καταλιπόντες οἱ εἰπόντες· »ἰδοὺ οἵδε ἡμεῖς ἐσόμεθά σοι, ὅτι ὅτι κύριος ὁ θεὸς ἡμῶν εἶ«, κατηγοροῦσιν αὐτῶν ὡς ψευδῶν, καὶ τῶν βουνῶν καὶ τῶν ὀρέων. τίς οὐν ἡ διαφορὰ τῶν ἐν τοῖς ἔθνεσιν ὀρέων καὶ βουνῶν, ὡν κατεγνωκότες λέγομεν· »ὄντως εἰς ψεῦδος ἠσαν οἱ βουνοὶ καὶ ἡ δύναμις τῶν ὀρέων«; τοῦτο λέγομεν ἡμεῖς καταγνόντες τῶν προτέρων. τὰ προσκυνούμενα παρὰ τοῖς ἔθνεσι τὰ μὲν προσκυνεῖται ὡς θεοί, τὰ δὲ ὡς ἥρωες. ὁμολογοῦσι γὰρ καὶ αὐτοὶ περί τινων, ὅτι ἀνθρωποι πρότερον ἠσαν καὶ ἀπεθεώθησαν. Ἡρακλέα προσκυνοῦσιν οὐχ ὡς γεγεννημένον θεόν, ἀλλ᾿ ὡς ἐξ ἀνθρώπου εἰς θεὸν μεταβληθέντα· Ἀσκληπιὸν προσκυνοῦσιν ὡς ἐξ ἀνθρώπων δι’ ἀρετὴν εἰς θεὸν μεταβεβληκότα. ὅταν δὲ προσκυνῶσι τοὺς πατέρας τούτων ὀνομαζομένους παρ᾿ αὐτοῖς θεούς, προσκυνοῦσιν οὐχ ὡς μεταβαλόν- τας ἐξ ἀνθρώπων εἰς θεούς, ἀλλ’, ὡς ἐκεῖνοι οἴονται, θεοὺς ἀρχῆθεν ὄντας. ἔσονται μὲν οὖν οἱ ἀρχῆθεν μὲν θεοὶ νομιζόμενοι [*](1 Vgl. Eph. 5, 5. Vgl. in Eph. 5, 4. 5 (Cat. Cram. VI, 190 ff.): τὴν πλεονεξίαν δὲ ἤτοι ἁπλούστερον ἐκδεικτέον [!], ἢ ὡς ἐν ἄλλοις παρεστήσαμεν τὴν μοιχείαν . . . . ζητοῦμεν ἐκ τοῦ »ἢ πλεονέκτης, ὅς ἐστιν εἰδωλολάτρης« πότερον ἀνατρέπεται ἐκείνη ἡ ἐκδοχὴ, ἢ ἔτι δύναται χώραν ἔχειν. εὕρομεν δὴ πολλαχοῦ τῶν προφητῶν τὴν εἰδωλολατρείαν πορνείαν ὠνομασμένην . . . . . ἐὰν δὲ πλεονέκτης ᾖ, ὁ ὅθεν μὴ δεῖ περιποιῶν ἑαυτῷ ἀργύριον, εἰδωλολατρία λέγεται ἡ πλεονεξία (οἱονεὶ λατρευόντων τοῖς ἐγγεγραμμένοις εἰδώλοις ἐν τοῖς ἀργυρίοις) καὶ τὰ ἐν αὐτοῖς ἐντετυπωμένα εἴδωλα. οἶμαι δέ που καὶ τὴν φιλαργυρίαν εἰδωλολατρείαν ὠνομᾶσθαι παρὰ τῷ Ἀποστόλῳ. — 3 Vgl. Rom. 9, 5? — Vgl. Eph. 4, 6. Vgl. in Eph. 4,6 (Cat. Cram. VI, 170, 4 ff.): τὴν μὲν ὑπεροχὴν οἰόμεθα δηλοῦσθαι διὰ τὸ »ἐπὶ πάντων«· τὸ δὲ διαρκὲς [1. διέρχεσθαι vgl. Hier. Comm. zu Eph. 4, 6: transcurrit] πρὸς ἕκαστον ἐν τῷ »διὰ πάντων«· τὸ δὲ καὶ φθάνειν »ἐν πᾶσι« τῆς δυνάμεώς ἐστι τοῦ θεοῦ.) [*](10 ἐτύγχανε καὶ Gh | 21 ὅτι ἄνθρωποι vgl. S. 34, 2 ὅτι θνητοὶ Gh. ὅτι Ru | πρότερον] + θνητοί Ru | 22 γεγεννημένον Lo γεγενημένον S | 24 μεταβεβηκότα S | 27 μὲν] streicht Blass | οἱ Gh.)
Ἐγνωκότες οὖν ἀμφότερα τὰ προσκυνούμενα τάγματά »ὄντως εἰς ψεῦδος ἠσαν οἱ βουνοὶ καὶ ἡ δύναμις τῶν ὀρέων‘. οὐ γὰρ ὑπολαμβάνουσιν οἱ αὐτοῖς λατρεύοντες, ὅτι ψευδῆ ἐστι ταῦτα. διόπερ οἴονται τοὺς χρησμοὺς καὶ τὰς θεραπείας ἀληθινὰς εἶναι θεραπείας, οὐχ ὁρῶντες διαφορὰν πάσης δυνάμεως καὶ σημείων καὶ τεράτων ψεύδους ἐν πάσῃ ἀπάτῃ ἀδικίας τοῖς ἀπολλυμένοις γινομένωντὸ πλήρωμα τῶν ἐθνῶν εἰσέλθῃ, μετὰ τοῦτο πᾶς Ἰσραλὴ σωθήσεται Χριστὸς Ἰησοῦς, ταῦτα ἦν σημεῖα ἀληθείας, καὶ πρὸ αὐτοῦ δὲ ἃ ἐποίει Μωσῆς, δύναμις ἦν ἀληθείας. ἃ δὲ ἐποίουν οἱ Αἰγύπτιοι σημεῖα μὲν ἦν καὶ τέρατα, ἀλλὰ ψεύδους. οὕτως δὲ καὶ ἃ ἐποίει Σίμων μετὰ τὸν Ἰησοῦν ὁ μάγος, ὥστε ἀποπλανᾶν τὸ ἔθνος τῆς Σαμαρείας καὶ νομίζεσθαι αὐτὸν εἶναι δύναμιν θεοῦ, καὶ αὐτὰ ἦν σημεῖα καὶ τέρατα ψεύδους. ὅταν οὖν καταγνῶμεν ἐκείνων, λέγομεν οἱ κατεγνωκότες· »ὄντως εἰς ψεῦδος ἦσαν οἱ βουνοὶ καὶ ἡ δύναμις τῶν ὀρέων«.
Εἶτα ἐπεὶ ἡμεῖς, οἱ ἀπὸ τῶν ἐθνῶν, ἴσμεν ὅτι τῷ »παραπτώματι τοῦ Ἰσραὴλ ὁδὸν ἐλάβομεν σωτηρίας«, καὶ ἐκεῖνοι ἔξω εἰσὶν ἐκβεβλημένοι μέχρι τὸ πλήρωμα ἡμῶν εἰσέλθῃ, ἴσμεν δὲ ὅτι ἐὰν >τὸ πλήρωμα τῶν ἐθνῶν εἰσέλθῃ, μετὰ τοῦτο πᾶς Ἰσραὴλ σωθήσεται<, διὰ τοῦτό φαμεν πρῶτον μὲν τὸ »ὄντως εἰς ψεῦδος ἦσαν οἱ βουνοὶ καὶ ἠ δύναμις τῶν ὀρένω«, δεύτερον δὲ περὶ τοῦ Ἰσραὴλ μετὰ τὸ πλήρωμα τῶν Μνῶν· πλὴν διὰ κυρίου θεοῦ ἡμῶν ἡ σωτηρία τοῦ Ἰσραήλ«. ἐπεὶ δὲ ἅπαξ ἐμνήσθημεν τοῦ ἀποστολικοῦ ῥητοῦ λέγοντος ὅτι τῷ παραπτώματι, ᾧ παρέπεσεν ὁ Ἰσραήλ, ἡ σωτηρία γέγονε τοῖς ἔθνεσιν<, καὶ ὅταν »τὸ πλήρωμα τῶν ἐθνῶν εἰσέλθῃ«, ἔξω μένοντος τοῦ Ἰσραήλ, μετὰ τὸ εἰσερχόμενον πλήρωμα τῶν ἐθνῶν >τότε πᾶς Ἰσραὴλ σωθήσεται<, φέρε τὰ κατὰ τοὺς τόπους τούτους ἀναπτύξωμεν. ἦν Ἰσραὴλ σῳζόμενος. ἐξέπεσεν ὁ πολὺς Ἰσραήλ, ἀλλὰ »λεῖμμα κατ᾿ ἐκλογὴν χάριτος γέγονεν«, περὶ οὗ λείμμα- [*](4ff. Vgl. Euseb. 1. c: τὰ δὲ εἴδωλα δύναμιν ὀρέων καλεῖ, καὶ οἱ παρ’ αὐτῶν ἄρα χρησμοὶ καὶ θεραπεῖαι ψευδῆ καὶ ἀπατηλά, καὶ οὐχ οἷα τοῦ Μωυσέως καὶ τῶν Αἰγυπτίων τὰ τέρατα, καὶ οὐδὲ οἷα τοῦ Χριστοῦ τὰ τοῦ Σίμωνος κτλ. — 8 Vgl. II Thess. 2, 10. — 11/12 Vgl. Exod. 7 u. 8. — 13 Vgl. Act S, 9. 10. — 18 ff. Vgl. Röm. 11, 11. 25 Luk. 13, 28. — 25 Vgl. Hom. 5, 2 (S. 31, 7f.). — 26ff. Vgl. Röm. 11, 11. 25. — 31 Vgl. Röm. 11, 5.) [*](4 τὰ Blass | φασιν Ru φησὶν S | 5 οὐ Ru νῦν S | 6 αὐτοῖς Blass αὐτὰ S | 7 χρησμοὺς] + ἀληθινοὺς εἶναι χρησμοὺς Lietzmann | 10 ἀληθείας GhCo ἀληθούς S | 11 δὲ Blass μὲν S | 13 ἀλλὰ nach Lietzmann | 23 σωθησομένου Gh σωθησομένων S.)