In Jeremiam (Homiliae 1-11)
Origen
Origenes. Origenes Werke, Vol 3. Klostermann, Erich, editor. Leipzig: Hinrichs, 1901.
»Καὶ ἐπόρνευσεν ἐκεῖ. καὶ εἶπα μετὰ τὸ πορνεῦσαι αὐτὴν ταῦτα πάντα· πρός με ἀνάστρεψον· καὶ οὐκ ἀνέστρεψεν, καὶ εἶδεν τὴν ἀσυνθεσίαν αὐτῆς ἡ ἀσύνθετος Ἰούδα«. λελοιδορήμεθα καὶ ἡμεῖς, λέγω οἱ ἁμαρτάνοντες καὶ μὴ τηροῦντες τὰς συνθήκας τοῦ θεοῦ μηδὲ βλέποντες ὅτι ἀπολωλέκασιν ἐκεῖνοι τὴν διαθήκην εὐγενεῖς ὄντες, ἐξ Ἀβραὰμ ὄντες, ἐπαγγελίαν λαβόντες. δέον οὖν ἡμᾶς λογίζεσθαι, ὅτι ἐκπεπτώκασιν ἐκεῖνοι τῶν εὐλογιῶν καὶ τῶν ἐπαγγελιῶν καὶ οὐδὲν ὤνησεν αὐτοὺς τὸ εἶναι ἀπὸ τῶν πατέρων, πόσῳ πλέον ἡμεῖς ἁμαρτάνοντες ἐγκαταλειφθησόμεθα. εἰ ἦτε τέκνα τοῦ Ἀβραάμ, τὰ ἔργα τοῦ Ἀβραὰμ ἂν ἐποιεῖτε« λέγει αὐτοῖς ὁ σωτήρ. καὶ πάλιν ὁ Ἰωάννης· »μὴ ἄρξησθε λέγειν ἐν ἑαυτοῖς, ὄτι πατέρα ἔχομεν τὸν Ἀβραάμ· λέγω γὰρ ὑμῖν ὅτι δύναται ὁ θεὸς ἐκ τῶν λίθων τούτων ἐγεῖραι τέκνα τῷ Ἀβραάμ«· λίθους αἰνισσόμενος ἡμᾶς τοὺς λιθίνην ἔχοντας τὴν καρ- [*](1 Luk. 18, 11. 12. — 4 Vgl. Jerem. 31, 29 Luc. — 16 Deut. 16, 21. — 17 Vgl. Deut. 12, 3? — 27 Joh. 8, 39. — 28 Luk. 3, 8. — 31 ff. Vgl. in Job. Tom. 6, 22 (Br I, 138, ff.): καὶ τοὺς διὰ τὴν λιθίνην καρδίαν ἀπίστους λίθους ὀνομαζομένους δυνάμει θεοῦ μεταβαλεῖν οἵους τε εἶναι ἀπὸ λίθων εἰς τέκνα Ἀβραάμ. — Vgl. Ezech. 36, 26.) [*](3—17 Hierzu Fragm. 8 in C: Ἐπὶ— ἄλσος | 4/5 ψεκτῶς—ὑπερηφανίαν] et arrogantia ista praesumat H | 17/18 ἔχεις — ἀπηγορευμένον] nominatim quippe interdicitiir ne lucus plantetur in templo, si observaveris quare dictum Sit Η — vielleicht ist ein εἰ νενόηκας διὰ τί εἴρηται als Anfang d. § 5 ausgefallen | 24—27 δέον — ἐγκαταλειφθησόμεθα] < Η | 28 Joannes Baptista H.)
»Ἐν οἷς ἐμοιχᾶτο ἡ κατοικία τοῦ Ἰσραήλ, ἐξαπέστειλα αὐτὴν καὶ ἔδωκα αὐτῇ βιβλίον ἀποστασίου εἰς τὰς χεῖρας αὐτῆς· καὶ οὐκ ἐφοβήθη ἡ ἀσύνθετος Ἰούδα« ἃ πεποίηκα τῇ κατοικίᾳ τοῦ Ἰσραὴλ ὅτι »ἐξαπέστειλα αὐτὴν καὶ ἔδωκα αὐτῇ βιβλίον ἀποστασίου«. »οὐκ ἐφοβήθη« ἐκ τῶν ἐκείνοις γεγενημένων. εἰσῆλθέ τις εἰς οἰκίαν οἰκοδεσπότου· νεώνητός ἐστι, πυνθάνεται τίνα τῶν προτέρων οἰκετῶν ἐτίμησε καὶ διὰ τί, τίνα ἠτίμασε τῶν οἰκετῶν καὶ διὰ τί. κατανοήσας, εἰ βούλεται μ εῖναι ἐν τῇ οἰκίᾳ τοῦ οἰκοδεσπότου, φυλάσσεται περιπεσεῖν, ἃ πεποιήκασιν οἱ πρότεροι δοῦλοι καὶ ἡμαρτηκότες [*](2 Vgl. | Tim. 2, 15. — 3 Vgl. Rom. 8, 15. — 5 Vgl. Olymp. (Gh I, 271 = 285): ἀσύνθετόν φησι τὴν λύσασαν τὰς πρὸς θεὸν συνθήκας. — 12ff. Vgl. in Rom. Comm. VlI, 18 (Lo 7, 179f.). — 13 Vgl. Röm. 11, 21. — 17 Vgl. Rom. 11, 11. — 25ff. Vgl. in Ezecli. Hom. 7, 1 (Lo 14, 96 f.).) [*](1 ἐσκληρυμμένους vgl. S. 50, 20/21 ἐσκληρυμένους S | 2 ἤγειρε] suscitanit H (-bit Vall.) | 3 ἐν τῇ τεκνογονίᾳ] in adoptione ejus Η | 5 εἶδεν Ru vidit Η εἶδον S | 6. 8 κατελείφθη] comprehensa est Η κατελήφθη Hu | 7 ἐὰν ἀναγινώσκωμεν nach Η: legentea ἀναγινώσκομεν S | 16 κληθέντες] et ideo nos vocatos Η | 18 εἰ δὲ nach Η: autem εἰ ἤδη S | 23 πεποίηκα τῇ κατοικίᾳ] fccit hahitatio Η, danach Hu kaum lichtig: πεποίηκαν [1. κεν] ἡ κατοικία | 25 γεγενημένων] + ut ne ipsa propter peccata sua, similia sustineret H, vielleicht richtig | 26 τίνα] ab aliquo conserro qiiis Η | 28 μεῖναι nach Η: perscverare.)
»Καὶ οὐκ ἐφοβήθη ἡ ἀσύνθετος Ἰούδα, καὶ ἐπορεύθη καὶ ἐπόρνευσεν καὶ αὐτή«. πρότερον πορνεύσαντος τοῦ Ἰσραὴλ πεπόρνευκεν ὕστερον καὶ Ἰούδας. »καὶ ἐγένετο εἰς οὐδὲν ἡ πορνεία αὐτῆς, καὶ ἐμοίχευσε τὸ ξύλον καὶ τὸν λίθον«. ὅταν ἁμαρτάνωμεν, οὐδὲν ἄλλο ποιοῦμεν ἢ λιθοκάρδιοι γινόμενοι μοιχεύομεν »τὸν λίθον«. ὅταν ἁμαρτάνωμεν καὶ πορνεύωμεν »ὑποκάτω παντὸς ξύλου ἀλσώδους«, καὶ ἡμεῖς μοιχεύομεν τὸ ξύλο«. »καὶ οὐκ ἐπεστράφη πρός με ἡ ἀσύ7 νθετος Ἰούδα ἐξ ὅλης τῆς καρδίας αὐτῆς ἀλλ’ ἐπὶ ψεύδει«. εἰ ἐπεστρέψαμεν πρὸς τὸν θεὸν ἐλλιπῶς δέ, ἐγκαλούμεθα ὡς οὐκ »ἐξ ὅλης τῆς καρδίας« ἐπιστρέψαντες. διὸ »οὐκ ἐπεστράφη πρός με ἀσύνθετος Ἰούδα ἐξ ὅλης τῆς καρδίας αὐτῆς«. οὐκ εἶπεν· καὶ ἐπέστρεψεν ἡ ἀσύνθετος Ἰούδα, καὶ ἔστη, ἀλλά· »καὶ οὐκ ἐπεστράφη πρός με ἡ ἀσύνθετος Ἰούδα ἐξ ὅλης τῆς καρδίας αὐτῆς, ἀλλ’ ἐπὶ ψεύδει« ἐπέστρεψεν. ἡ οὖν ἀληθῶς ἐπιστροφή ἐστιν ἀναγνῶναι τὰ παλαιά, εἰδέναι τοὺς δικαιωθέντας, μιμήσασθαι αὐτούς, ἀναγνῶναι ἐκεῖνα, ἰδεῖν τοὺς μεμφθέντας, φυλάξασθαι περιπεσεῖν ταῖς μέμψεσιν ἐκείναις, ἀναγνῶναι τὰ βιβλία τῆς καινῆς διαθήκης, τῶν ἀποστόλων τοὺς λόγους, μετὰ τὸ ἀναγνῶναι γράψαι ταῦτα πάντα εἰς τὴν καρδίαν, βιῶσαι κατ᾿ αὐτά, ἴνα μὴ καὶ ἡμῖν δοθῇ βιβλίον ἀποστασίου, ἀλλὰ δυνηθῶμεν ἥκειν ἐπὶ τὴν κληρονομίαν τὴν ἁγίαν, καὶ τοῦ πληρώματος τῶν ἐθνῶν σωθέντος δυνηθῇ τότε ὁ Ἰσραὴλ εἰσελθεῖν· ἐὰν γὰρ τὸ πλήρωμα τῶν Μνῶν εἰσέλθῃ, τότε πᾶς Ἰσραὴλ [*](30 Vgl. öm. 11, 25. 26.) [*](4/5 ἐθνικοὶ — θεῷ] et postea ex gentihus congregati credidimus in Christum Η | ἀναγινώσκωμεν Ru legamus Η ἀναγινώσκομεν S | 8 ἀπὸ] de haereditate Η | 10 καὶ αὐτή Hu et ipsa Η ἑαυτῆ S καὶ αὐτῇ Co | 14 πορνεύομεν Ru | 15 καὶ2] + in his omnibus H, vielleicht richtig | 18/19 ἐπεστράφη — οὐκ nach Η: est Gonversa ad me praevaricatrix Juda ex toto corde suo (Vall. + sed in mendacio). Neque vero | 20 ἐπέστρεψεν] est conversa ad me Η | ἔστη] tacuit Η ἐσίγησε Hu, doch vgl. z. B. in Matth. Tom. 10, 19 (Lo 3, 53): καὶ ἔστη | 22 ἐπέστρεψεν — ἐπιστροφή ἐστιν] ut ostenderet eos qui convertuntur, in mendacio, non in vcritate converti Η | 22/23 τὰ παλαιὰ] reteris Testamenti historias et prophetas Η | 25/26 τὰ — λόγους] Evangelia et omne novimi Testamcntum. Legamus apostoli Pauli Epistolas universas Η | 27 μὴ übergeschr. S1 | 28 καὶ mit H: et.)
Σαφῶς μὲν ἐν ταῖς τῶν ἀποστόλων γέγραπται Πράξεσιν, ὅτι οἱ ἀπόστολοι εἰσῄεσαν πρῶτον εἰς τὴν τῶν Ἰουδαίων συναγωγὴν καταγγέλλοντες αὐτοῖς, ὡς συγγενέσι διὰ τὸν Ἀβραὰμ καὶ Ἰσαὰν καὶ Ἰακώβ, τῶν γεγραμμένων τὰ περὶ τῆς παρουσίας Ἰησοῦ Χριστοῦ. ὅτε δὲ ἐκείνων τὰ λεγόμενα μὴ δεχομένων ἔδει ἑτέρους εἶναι τοὺς ἀκροατὰς τῶν λεγομένων, τότε ἀπολογησάμενοι ἐκείνοις κατελίμπανον αὐτούς· γέγραπται γὰρ ὅτι »ὑμῖν ἔδει καταγγελθῆναι τὸν λόγον τοῦ θεοῦ· ἐπεὶ δὲ οὐκ ἀξίους κρίνετε ἑαυτούς, ἰδοὺ στρεφόμεθα εἰς τὰ ἔθην«. τοῦτο δὲ σαφῶς εἰρημένον έν ταῖς Πράξεσι τῶν ἀποστόλων δυνάμει πολλαχοῦ καὶ τῶν προφητῶν λέλεκται· καὶ γὰρ προηγουμένως μὲν λαλεῖ τὸ πνεῦμα τὸ ἅγιον ἅγιον τῶν προφητῶν τοῖς ἀπὸ τοῦ λαοῦ ἐκείνου, εἰ δέ ποτε μετὰ τὸ πολλὰ εἰρηκέναι οὐκ ἠκούσθη, προφητεύει τὸν λόγον τὸν κηρυσσόμενον τοῖς ἔθνεσι.
Τοῦτο δὲ καὶ ἐπὶ τῆς ἀρχῆς τοῦ σήμερον ἀναγνώσματος γεγένηται, ἐπειδήπερ πρὸ μὲν [τοῦ] αὐτοῦ τοῖς ἀπὸ τοῦ Ἰσραὴλ λέγεται τὸ »εἰ καὶ πατέρα με καλέσεις, καὶ ἀπ᾿ ἐμοῦ οὐκ ἀποστραφήσῃ. πλὴν ὡς ἀθετεῖ γυνὴ εἰς τὸν συνόντα αὐτῇ, οὕτως ἠθέτησεν εἰς ἐμὲ ὁ οἶκος Ἰσραήλ, λέγει κύριος«. καὶ ὅτε προηγουμένως ταῦτα εἴρηται τὰ περὶ τοῦ Ἰσραὴλ καὶ ἤκουσαν οἱ υἱοὶ Ἰσραήλ· »ὅτι ἠδίκησαν ἐν ταῖς ὁδοῖς αὐτῶν καὶ ἐπελάθοντο θεοῦ ἁγίου αὐτῶν«, ἑξῆς [καὶ] τὸ πνεῦμα τὸ ἅγιον μετατίησι τὸν λόγον ἐφ’ ἡμᾶς τοὺς ἀπὸ τῶν ἐθνῶν καί φησιν· »ἐπιστράφητε, υἱοὶ ἐπιστρέφοτες, καὶ ἰάσομαι τὰ συντρίμματα [*](1 Joh. 10, 16. — 8ff. Vgl. Act. 13, 46. — 14 Act. 13, 46. — 23 Jerem. 3, 19. 20. — 26 Jerem. 3, 21.) [*](1 διδάσκων] + in commune populum siium Η | 2 παντοκράτορα θεὸν] auch Η (omnipotentem Dcum) vgl. Huet Orig. II, 2, 2, 29 (Lo 22, 208) | 20 ὅτι Co LXX ἣν S | 27 καὶ streicht Blass.)