Commentarii In Evangelium Joannis
Origen
Origenes. Origenes Werke, Vol 4. Preuschen, Erwin, editor. Leipzig: Hinrichs, 1903.
τοῖς μὲν οὖν ἐν τῇ ἁμαρτίᾳ ἀποθανουμένοις φησίν· »῾Υπάγω καὶ ζητήσετέ με, καὶ ἐν τῇ ἁμαρτίᾳ »ὑμῶν ἀποθανεῖσθε· ὅπου ἐγὼ ὑπάγω, ὑμεῖς οὐ δύνασθε ἐλθεῖν«· τῷ δὲ Πέτρῳ· »Ὅπου ἐγὼ ὑπάγω, οὐ δύνασαί μοι νῦν ἀκολουθῆσαι, »ἀκολουθήσεις δὲ ὕσπερον«· ἔξεστιν γὰρ μαθητευόμενον τῷ Ἰησοῦ νῦν μὲν μὴ παρεσκευάσθαι πρὸς τὸ ἀκολουθεῖν αὐτῷ ἀπιόντι πρὸς τὸν πατέρα, ὕστερον δὲ ἐξ ἐπιμελείας κατ᾿ ἴχνη βαίνοντα ἀκολουθεῖν τῷ διδασκάλῳ καὶ ἕπεσθαι τῷ λόγῳ τοῦ θεοῦ.
εἰκὸς δὲ ὅτι διὰ τὰ [*](2 Joh. 8, 21. — 6 Joh. 11, 4. — 10 Joh. 8, 21. — 14 Ps. 113, 25f. — 18 Ez. 18, 20. — 20 Vgl. I Joh. 5, 16. — 23 Mattb. 16, 26 + Luk. 9, 25. — 24 I Kor. 3, 15. — 26 Joh. 8, 21. — 28 Joh. 13, 36. 6 ἀσθένειαν | 9 ἔτι ἰατὴν] ἔτι αὐτὴν, corr. Hu | 10 σαφέστερον] εστ a. Ras. | 17 παραθήσει, corr. V | 24 ἀπολέσῃ ἢ ζημιωθῇ nacb D2 Vulg. Copt. Arm. aus Luk. 9, 25 statt ζημιωθῇ bei Mattb. 16, 26. Justin liest Mattb. 16, 26 statt ζημιωθῇ: ἀπολέσῃ (Apol. I, 15, Preuscben, Antilegomena, S. 28, 2), sodass bei Origenes bier eine Contaminierung beider Formen vorliegt, wie sie zu der LA des Luk. den Anlass gegeben bat | 28 ἐγὼ + mit DX 33. 69. Smarg U verss. | 29 μαθητευομένων.)
οἶδα δέ τινας οὐ μόνον ἐν τῷ αἰῶνι τούτῳ, ἀλλὰ καὶ ἐν τῷ μέλλοντι κρατουμένους ὑπὸ τῆς ἰδίας ἁμαρτίας, ὡς τούτους περὶ ὧν φησιν ὁ λόγος· »᾿Εὰν βλασφημήσῃ εἰς τὸ πνεῦμα »τὸ ἅγιον, οὐκ ἔχει ἄφεσιν οὔτε ἐν τούτω τῷ αἰῶνι οὔτε ἐν τῷ »μέλλοντι«· οὐ μέντοι γε εἰ μὴ ἐν τῷ μέλλοντι αἰῶνι, ἤδη οὐδὲ ἐν τοῖς αἰῶσιν τοῖς ἐπερχομένοις.
Ὁ μέντοι γε Ἡρακλέων ἐκθέμενος τὴν περὶ τοῦ γαζοφυλακίου λέξιν οὐδὲν εἶπεν εἰς αὐτήν. εἰς δὲ τὸ »Ὅπου ἐγὼ ὑπάγω ὑμεῖς »οὐ δύνασθε ἐλθεῖν« φησί· πῶς ἐν ἀγνοίᾳ καὶ ἀπιστίᾳ καὶ ἁμαρτή μασιν ὄντες ἐν ἀφθαρσίᾳ δύνανται γενέσθαι;
μηδὲ ἐν τούτῳ κατακούων ἑαυτοῦ εἰ γὰρ οἱ ἐν ἀγνοίᾳ καὶ ἀπιστίᾳ καὶ ἁμαρτήμασιν ὄντες ἐν ἀφθαρσίᾳ οὐ δύνανται γενέσθαι, πῶς οἱ ἀπόστολοι έν ἀγνοίᾳ ποτὲ καὶ ἐν ἀπιστίᾳ καὶ ἐν ἁμαρτήμασιν γενόμενοι ἐν ἀφθαρσίᾳ γεγόνασιν; δύνανται οὖν οἱ ἐν ἀγνοίᾳ καὶ ἐν ἀπιστίᾳ καὶ ἐν ἁμαρτήμασιν γενόμενοι γενέσθαι ἐν ἀφθαρσίᾳ εἰ μεταβάλλοιεν, δυνατὸν αὐτοὺς μεταβαλεῖν.
VIII, 22. Ἔλεγον οὖν οἱ Ἰουδαῖοι· Μήτι ἀποκτενεῖ ἑαυτὸν ὅτι λέγει Ὅπου ἐγὼ ὑπάγω ὑμεῖς οὐ δύνασθε ἐλθεῖν;
Ἄξιον ζητῆσαι πόθεν κινηθέντες οἱ Ἰουδαῖοι πρὸς τὸ »Ὅπου »ἐγὼ ὑπάγω ὑμεῖς οὐ δύνασθε ἐλθεῖν« φασὶ τὸ »Μήτι ἀποκτενεῖ ἑαυτὸν ὅτι λέγει· Ὅπου ἐγὼ ὑπάγω ὑμεῖς οὐ δύνασθε ἐλθεῖν;« ἴνα δὲ καὶ δοθῇ ἀπλούστερον αὐτοὺς εἰρηκέναι τὸ »Μήτι ἀποκτενεῖ ἑαυ- »τόν;«
πῶς οἱ δυνάμενοι ἀποκτεῖναι ἑαυτούς, κἂν μὴ ἀναιρῶσιν ἑαυτοὺς μηδὲ γίνωνται ὅπου ὁ ἀναιρῶν ἑαυτὸν γίνεται, οὐ δύνανται | [*](1 Joh. 8, 21. — 3 Vgl. Gal. 1,4. — 10 Mark. 3, 29; vgl. Matth. 12, 32 Luk. 12, 10. — 13 Vgl. Eph. 2, 7. — 11 Joh. 8, 21. - 27 Joh. 8, 21. 3 δὔνησθαι, corr. V | 5 τὸν] τὸ | 11 ἐν τῷ μέλ]λοντι a. Ras. | 10 zu der Forua des Citates vgl. II, 10 (o. S. 65, 13), wo von allen Hss. abweichend τὸ ἅγιον πνεῦμα und ἔχει stebt. Der Scbluss οὔτε ἐν τούτῳ τῷ αἰῶνι κτλ. stimmt überein; vgl. dazu Mattb. 12, 32. | 14 γαζοφυλακίου] γαζο a. Ras. | 16 nacb φησί + γὰρ | 29 αὐτοῦ, corr. Aussg. | 31 δύναται.)
ἐπὰν δὲ ἴδωμενἐκ τῆς παραθέσεως τῶν ῥητῶν ἐκεῖνα, τότε ζητήσομεν εἰ καὶ τοῦτο ὑπ’ αὐτῶν περὶ τοῦ σωτῆρος λέγεται βαθύτερόν τι βλεπόντων. ὄτι δὲ κατὰ ἀνακεχωρηκότας λόγους καὶ μὴ κατημαξευμένους ἔφασκον, † τὸν ἄδηλον ἐν Βεελζεβοὺλ τῷ ἄρχοντι τῶν δαιμονίων ἐκβάλλειν τὰ δαιμόνια.
πάντως γὰρ περὶ δαιμόνων τι μεμαθήκεισαν καὶ τοῦ ἄρχοντος αὐτῶν ᾧ ὄνομα Βεελζεβούλ· ταῦτα δὲ οὐ πάνυ τι έν τοῖς φερομένοις κεῖται βιβλίοις·
καὶ μαρτυρία τοῦ σωτῆρος οὐ ψεύδεται > Βεελζεβοὺλ λέγοντος »Εἰ ἐγὼ ἐν Βεελζεβοὺλ ἐκβάλλω τὰ δια- »μόνια, οἱ υἱοὶ ὑμῶν ἐν τίνι ἐκβάλλουσιν;‘ παραδεξάμενος γὰρ τὸ εἶναί τινα τὸν Βεελζεβοὺλ καὶ τὸν ἐν αὐτῷ ἐκβάλλοντα δαιμόνια οἱονεὶ μερισμόν τινα ἐνεργεῖν τοῦ Σατανᾶ γίνεσθαι ἐφ’ ἑαυτόν, ταῦτά φησιν.
ἐσφάλησαν μὲν οὖν λέγοντες ἐν Βεελζεβοὺλ ὑπὸ τοῦ σωτῆρος ἐκβάλλεσθαι τὰ δαιμόνια, κατειλήφεισαν δὲ ὅτι εἴη τις Βεελζεβοὺλ ἄρχων δαιμονίων.
ἀλλὰ καὶ ἐὰν λέγωσιν περὶ τοῦ Ἰησοῦ ὅτι αὐτὸς Ἰωάννης ἐστὶν αναστας απο των νεκρων, η εὶς τις των προφητων, παντως δόγμα ἔχοντες περὶ ψυχῆς, ὡς ἐξητάσαμεν έν τοῖς περὶ Ἰωάννου. τοιαῦτα περὶ τοῦ σωτῆρος ὑπονοοῦσιν. εἰκὸς δὲ καὶ ἄλλα μυρία ἢ ἐκ παραδόσεως ἢ ἐξ ἀποκρύφων αὐτοὺς εἰδέναι παρὰ τοὺς πολλούς.
ἴδωμεν οὖν καὶ εἰς τὸ Μήτι ἀποκτενεῖ ἐαυτόν;« εἰ δύνανται μὴ κοινότερόν τι καὶ ἁπλούστερον νενοηκέναι, ὡς ἑαυτὸν ἐξαγαγόντος τοῦ βίου ἤτοι ἀγχόνῃ ἢ ξίφει ἢ ὁποιᾳδήποτε ὁδῷ τῶν ἐντεῦθεν ἑαυτοὺς ἀπαλλαττόντων, καὶ μάλιστα ἐπεὶ οἴονται αὐτὸν <ἑαυτὸν> ἀπελεύσεσθαι εἰς τόπον εἰς ὃν ἀδύνατον ἦν αὐτοὺς γενέσθαι· καὶ εἰ μὴ δεισιδαιμονοῦντές γε περὶ τὰ ὀνόματα, ἀλλὰ βλέποντες τὰ πράγματα † μὴ εὑρισκόμενα ἄλλοις ὀνόμασιν χρῆσθαι κατὰ τῶν πραγμάτων, τάχα, ἱν οὕτως εἴπω, θειότερον Ἰησοῦς αὑτὸν ἀπέκτεινεν, ὄπερ οὕτως παρίσταμεν· πάντων μὲν αἱ ψυχαὶ τῶν ἀπαλλαττομένων τοῦ σώματος, ἀπαιτούντων τινῶν αὐτὰς τῶν ἐπὶ τοῦτο τεταγμένων, παραλαμβάνονται· εἰκὸς δὲ ὅτι κρείττους εἰσὶν τῶν ψυχῶν ἐπὶ [*](9 Vgl. Luk. 11, 15; Matth. 12, 24. — 13 Matth. 12, 27; Luk. 11, 19. — 20 Vgl. Luk. 9, 7 f. Mark. 6, 14 f. — 21 Vgl. ο. VI, 10. — 28 Vgl. Joh. 8, 21. 5 τὰ + V | 9 τὸν <Ἱησοῦν> ἐν Β . . . . ἐκβάλλειν τὰ δαμόνια We | 12 ψεύδεται] ψευδει τω, corr. We | 13 λέγοντος] λόγων ὄντων corr. Pr ἐκβάλλων | 22 ἢ] εἰ, corr. V | 27 <ἑαυτὸν> + Β vgl. S. 317, 30 | We | 30 μὴ εὑρισκόμενα] μὲν εὑρίσκοιντο? We | 34 παραλαμβάνον[ται εἰ]κὸς a. Ras. | δὲ +)
Ἐὰν δέ τις φάσκῃ τοῦτο μὲν δύνασθαι ἐπὶ τῶν χειρόνων λέγεσθαι, οὐ μὴν καὶ ἐπὶ τῶν κρειττόνων καὶ καλῶς βεβιωκότων, ἐπιστησάτω εἰ μὴ ἐξαίρετόν τι παρὰ πάντας τοὺς ἐν σώματι γενομένους περὶ ἑαυτοῦ ἀπαγγέλλων ὁ κύριός φησιν· »Οὐδεὶς αἴρει τὴν »ψυχήν μου ἀπ ἐΜ; ἀλλ᾿ ἐγὼ τίθημι αὐτὴν ἀπ’ ἐμαυτοῦ· ἐξουσίαν »ἔχω θεῖναι αὐτὴν καὶ πάλιν ἐξουσίαν ἔχω λαβεῖν αὐτήν‘.
νοήσωμεν γάρ τινα ὄτε βούλεται καταλιπόντα τὸ σῶμα καὶ ἐξιόντα χωρὶς ὁδοῦ τῆς φερούσης ἐπὶ τὸν θάνατον, ἤτοι διὰ βιαίων ὁδῶν ἢ διὰ νόσων, καὶ πάλιν ἐπὰν θέλῃ ἐπανιόντα, καὶ χρώμενον ὀργάνῳ τῷ σώματι, ὃ καταλέλοιπεν· τὸν γὰρ τοιοῦτον ἐροῦμεν μὴ ἀπαιτεῖσθαι τὴν ψυχήν.
καὶ πρέπον γε ἐπὶ τῆς Ἰησοῦ ψυχῆς οὕτω λέγειν τὸν θάνατον γεγονέναι, καὶ αὐτὸν παραστῆσαι βουλόμενον τοῖς μαθηταῖς τὸ ἐξαίρετον τῆς ἐντεῦθεν αὐτοῦ ἀπαλλαγῆς εἰρηκέναι τὸ »Οὐδεὶς »αἴρει τὴν ψυχήν μου ἀπ᾿ ἐμοῦ, ἀλλ’ ἐγὼ τίθημι αὐτὴν ἀπ᾿ ἐμαυτοῦ‘· τοῦτο γὰρ οὔτ᾿ ἂν Μωϋσῆς, οὔτε τῶν Πατριαρχῶν τις ἢ προφητῶν, οὔτ᾿ ἂν τῶν ἀποστόλων τις εἶπεν 〈πλὴν〉 τοῦ Ἰησοῦ, ἐπεὶ πάντων αἱ ψυχαὶ ἀνθρώπων αἴρονται ἀπ’ αὐτῶν.
τούτου δὲ νοηθέντος δύναται σαφὲς εἶναι τὸ ἐν πζ’ ψαλμῷ τοῦτον εἰρημένον τὸν τρόπον ἐκ προσώπου τοῦ σωτῆρος· »Ἐν νεκροῖς ἐλεύθερος( ἐπιστήσας ἐκ τῶν εὐαγγελίων τοῖς γεγραμμένοις περὶ τῆς ἐντεῦθεν αὐτοῦ ἀπαλλαγῆς εὑρήσεις μὴ ἀπᾴδουσαν τὴν περὶ τῆς ἐξόδου αὐτοῦ ἐκδοχὴν τῶν ἀναγεγραμμένων· εἰ μὲν γὰρ ὡς οἱ συσταυρωθέντες αὐτῷ λῃσταί, τῶν στρατιωτῶν κατεαξάντων τὰ σκέλη τῶν πεπονθότων, ἐτεθνήκει, οὐκ ἂν ἐλέγομεν ὅτι ἔθηκεν τὴν ψυχὴν αὐτοῦ ἀφ᾿ ἑαυτοῦ, ἀλλά τινι ὁδῷ τῶν ἀποθνησκόντων.
νυνὶ δὲ »ὁ Ἰησοῦς κράξας »φωνῇ μεγάλῃ ἀφῆκεν τὸ πνεῦμα«, καὶ ὡς βασιλέως καταλιπόντος τὸ σῶμα καὶ ἐνεργήσαντος μετὰ δυνάμεως καὶ ἐξουσίας ἅπερ ἔκρινεν εὔλογον εἶναι ποιεῖν, εὐθέως »τὸ καταπέτασμα τοῦ ναοῦ ἔσχίσθη »ἄνωθεν ἴως κάτω, καὶ ἡ γῆ ἐσείσθη, καὶ αἱ πέτραι ἐσχίσθησαν, καὶ »τὰ μνημεῖα ἀνεῴχθησαν καὶ πολλὰ σώματα τῶν κεκοιμημένων ἁγίων »ήγέρθησαν, καὶ ἐξελθόντες ἀπὸ τῶν μνημείων μετὰ τὴν ἔγερσιν αὐτοῦ εἰσῆλθον εἰς τὴν ἁγίαν πόλιν καὶ ἐνεφανίσθησαν πολλοῖς«· [*](1 Luk. 12, 20. — 6 Joh. 10, 18. — 15 Joh. 10, 18. — 21 Ps. 87, 6. — 24 Vgl. Joh. 19, 32. — 27 Matth. 27, 50. — 30 Matth. 27, 5154. 1 ἄφρων] lies ἄφρον nach ο. S. 312, 20, in Jer. h. 16,4 [135,21; 136, 5 Kl.] | 6 οὐδεὶς a. Ras. | 9 τινας τε, corr. Hu | καταλειπόντα | 17 οὔτε2] οὐ, corr. We | 18 πλὴν + V | 23 ἀποδούσαν, corr. Ferrarius | τὴν τῆς | 24 ὠς οἱ] ὡσει, corr. V 25 καταξάντων We | 31 ἀπ᾿ vor ἄνωθεν fehlt mit L | nach κάτω fehlt εἰς δύο wie in C2 und bei Euseb. | 34 εἰσελθόντες (durch ἐξελθόντες veranlasst).)
Τάχα οὖν ἐν ταῖς περὶ Χριστοῦ παραδόσεσιν ἦν. ὥσπερ τὸ γεγεννῆσθαι αὐτὸν ἐν Βηθλεὲμ καὶ τὸ ἐκ φυλῆς Ἰούδα ἀναστήσεσθαι κατὰ τὰς ὑγιεῖς ἐκδοχὰς τῶν προφητικῶν λόγων, οὕτω καὶ περὶ τοῦ θανάτου αὐτοῦ, ὡς ἑαυτὸν ᾡ εἴπομεν τρόπῳ ἀπαλλάξοντος τοῦ βίου· καὶ εἰκὸς ὅτι ᾔδεισαν τὸν οὕτως ἐξελευσόμενον ἀπελεύσεσθαι εἰς χώραν ἔνθα οὐκ ἠδύναντο γενέσθαι οὐδ’ οὐδ᾿ ταῦτα νοοῦντες, ὥστε μὴ κατὰ τὸ ἁπλούστερον αὐτοὺς εἰρηκέναι ἀλλὰ κατά τινα περὶ Χριστοῦ παράδοσιν τὸ Μήτι ἀποκτενεῖ ἑαυτόν, ὅτι λέγει· »Ὅπου ἐγὼ ὑπάγω ὑμεῖς οὐ δύνασθε ἐλθεῖν;« καὶ εἰ λέγουσιν δὲ ταῦτα οἱ Ἰουδαῖοι, διστακτικῶς αὐτά φασι· τὸ γὰρ »Μήτι ἀποκτενεῖ »ἑαυτόν;« τοιοῦτόν ἐστιν.
καὶ οὐ θαυμαστὸν ἀμφιβάλλειν αὐτοὺς περὶ Χριστοῦ, ὅτε γε καὶ ἐν τοῖς ἀνωτέρω οἱ ἐκ τοῦ ὄχλου ἀκού- σαντες τῶν λόγων τοῦ Ἰησοῦ ἔλεγον· »Οὗτός ἐστιν ἀληθῶς ὁ προ- »φήτης· ἄλλοι δὲ ἔλεγον· Οὗτός ἐστιν ὁ χριστός· οἱ δὲ ἔλεγον· Μὴ »γὰρ ἐκ τῆς Γαλιλαίας ὁ χριστὸς ἔρχεται; οὐχ ἡ γραφὴ εἶπεν ὅτι »ἐκ τοῦ σπέρματος Δαβὶδ καὶ ἀπὸ Βηθλεὲμ τῆς κώμης, ὅπου ἦν »Δαβίδ, ἔρχεται ὁ χριστός;« ὅτε καὶ »σχίσμα γεγένηται ἐν τῷ ὄχλῳ δι »αὐτόν«.