Commentarii In Evangelium Joannis

Origen

Origenes. Origenes Werke, Vol 4. Preuschen, Erwin, editor. Leipzig: Hinrichs, 1903.

ἀλλὰ καὶ μετ’ ὀλίγα ἐκείνων γέγραπται ὅτι »᾿Απεκρίθησαν »οἱ ὑπηρέται· Οὐδέποτε ἐλάλησεν οὕτως ἄνθρωπος«· ὡς καὶ τοὺς Φαρισαίους εἰρηκέναι τοῖς θαυμάζουσιν τὸν λόγον αὐτοῦ· »Μὴ καὶ »ὑμεῖς πεπλάνησθε; μή τις ἐκ τῶν ἀρχόντων ἐπίστευσεν εἰς αὐτὸν ἢ »ἐκ τῶν Φαρισαίων; ἀλλ’ ἢ ὁ ὄχλος οὗτος ὁ μὴ γινώσκων τὸν »νόμον ἐπάρατοί εἰσιν;‘ ὅτε καὶ Νικοδήμου εἰρηκότος·

»Μὴ ὁ νόμος »ἡμῶν κρίνει τὸν ἄνθρωπον, ἐὰν μὴ ἀκούσῃ πρῶτον παρ’ αὐτοῦ καὶ »γνῷ τί ποιεῖ; ἀπεκρίθησαν· Μὴ καὶ σὺ ἐκ τῆς Γαλιλαίας εἶ; ἐραύ- »νησον καὶ ἴδε ὅτι ἐκ τῆς Γαλιλαίας προφήτης οὐκ ἐξέρχεται οὐδὲ »ἐγείρεται«.

πῶς δὲ ἐδύναντο ἁπλούστερον νοεῖν αὐτὸν ἑαυτὸν ἀναιρήσειν οἱ ἀκούσαντες αὐτοῦ λέγοντος· »Ἐγώ εἰμι τὸ φῶς τοῦ κόσμου· ὁ ἀκολουθῶν μοι οὐ μὴ περιπατήσῃ έν τῇ σκοτίᾳ ἀλλ’ »ἕξει τὸ φῶς τῆς ζωῆς«; πρὸς ὃν οἱ Φαρισαῖοι εἰρήκασιν ὅτι »Σὺ »περὶ σεαυτοῦ μαρτυρεῖς· ἡ μαρτυρία σου οὐκ ἔστιν ἀληθής«· οἷς [*](11 Joh. 8, 22. — 16 Joh. 7, 40—43. — 21 Joh. 7, 46. — 23 Joh. 7, 47 f. 26 Joh. 7, 51 f. — 31 Joh. 8, 12. — 33 Joh. 8, 1318. 3 θεοῦ υἱὸς mit ACL al. | 5 ἀναστήσεσθε | 6 vor κατὰ + καὶ Μ | 7 καταλλάξαντος, corr. We | Iff αὐτοῦ, corr. Hu | 13 φησί | 17 δὲ1 Μ 1. 1. 69 Latt. | οἱ δὲ mit BTLX 1. 33 | 20 ἔρχεται ὁ χριστὸς mit BTL 33 verss.)

318
ἀπεκρίνατο ὁ Ἰησοῦς λέγων· »Κἂν ἐγὼ μαρτυρῶ περὶ ἐμαυτοῦ, † ἡ »μαρτυρία μου ἀληθής ἐστιν, ὅτι οἶδα πόθεν ἦλθον καὶ ποῦ ὑπάγω.

»ὑμεῖς κατὰ τὴν σάρκα κρίνετε, ἐγὼ οὐ κρίνω οὐδένα. καὶ ἐὰν κρίνω »δὲ ἐγώ, ἡ κρίσις ἡ ἐμὴ ἀληθής ἐστιν, ὅτι μόνος οὐκ εἰμί, ἀλλ᾿ ἐγὼ »καὶ ὁ πέμψας με πατήρ. καὶ ἐν τῷ νόμῳ δὲ τῷ ὑμετέρῳ γέγραπται »ὅτι δύο ἀνθρώπων ἡ μαρτυρία ἀληθής ἐστιν· ἐγώ εἰμι ὁ μαρτυρῶν »περὶ ἐμαυτοῦ καὶ μαρτυρεῖ περὶ ἐμοῦ ὁ πέμψας με πατήρ«.

Τί δὲ πιθανὸν πρὸς τὸ ἀποκτενεῖν ἑαυτὸν μετὰ τοὺς μεγαλοφυέστερον εἰρημένους τοῦτον τὸν τρόπον λόγους· »Οὔτε ἐμὲ »οἴδατε οὔτε τὸν πατέρα μου· εἰ ἐμὲ ᾔδειτε, καὶ τὸν πατέρα μου ἂν »ᾔδειτε«;

εἰκὸς γὰρ ὅτι τούτοις ὁμοίως ἐξεδέχοντο καὶ τὸ »᾿Εγὼ »ὑπάγω καὶ ζητήσετέ με, καὶ ἐν τῇ ἁμαρτίᾳ ὑμῶν ἀποθανεῖσθε«· ὅπου ἐγὼ ὑπάγω ὑμεῖς οὐ δύνασθε ἐλθεῖν«· πρὸς ὃν καὶ ἀπεκρίναντο οἱ ᾿Ιουδαῖοι· »Μήτι ἀποκτενεῖ ἑαυτόν, ὅτι λέγει· Ὅπου ἐγὼ ὑπάγω »ὑμεῖς οὐ δύνασθε ἐλθεῖν;« πάνυ δὲ καὶ ἐμφαίνεται ἡ ἐξουσία τοῦ αὐτεξουσίως αὐτὸν ἀποθνήσκειν καταλιπόντα τὸ σῶμα καὶ ἐν τῷ·

»᾿Εγὼ ὑπάγω( καὶ τάχα διὰ τὸ »᾿Εγὼ ὑπάγω« τὸ ἐπιφερόμενον γίνεται τὸ «Καὶ ζητήσετέ με«. εἰκὸς γὰρ καὶ τοὺς παρατυχόντας οὕτως οὐτῶ̣ ἀπαλλασσομένῳ τοῦ βίου ζητεῖν αὐτόν· διὰ δὲ τὸ ἐν ταῖς ἁμαρτίαις αὐτῶν ἀποθνήσκειν οὐτοὺς μηδὲ μετὰ πάντα ταῦτα δυσωπηθέντας πρὸς τὸ μὴ διστακτικῶ·ς εἰπεῖν περὶ αὐτοῦ· »Μήτι »ἀποκτενεῖ ἐαυτόν;« ὅπου ἄπεισιν μὴ δύνασθαι αὐτοὺς ἀπελθεῖν.

οἶμαι δ᾿ ὅτι κακοηθέστερον ὀνομάζοντες τὸ κατὰ τὴν παράδοσιν περὶ τοῦ θανάτου τοῦ χριστοῦ εἰς αὐτοὺς ἐληλυθός. καὶ μὴ δοξάζοντες τὸν οὕτως ἀπαλλαττόμενον τοῦ βίου εἰρήκασιν τὸ »Μήτι »ἀποκτενεῖ ἐαυτόν;«

ἐνῆν γὰρ διστακτικῶς μὲν εἰπεῖν, μετ᾿ ἐμφάσεως δὲ τῆς παρὰ τῷ θανάτῳ δόξης αὐτοῦ, καὶ οἱονεὶ οὕτως εἰπεῖν· μήτι ἡ ψυχὴ αὐτοῦ, ὅτε αὐτὸς βούλεται, ἐξελεύσεται καταλειφθέντος τοῦ σώματος, καὶ διὰ τοῦτό φησι τὸ »Ὅπου ἐγὼ ὑπάγω ὑπάγω οὐ δύ- »νασθε ἐλθεῖν«.

ἅμα δὲ καὶ παρατηρήσεις διὰ τὰ εἰρημένα ἡμῖν περὶ τοῦ πῶς τὸν βίον ἐξελήλυθεν τὸ »Καὶ ἀναβαίνων εἰς ῾Ιεροσό- »λυμα ὁ Ἰησοῦς παρέλαβεν τοὺς δώδεκα κατ᾿ ἰδίαν, καὶ ἐν τῇ ὁδῷ [*](9 Joh. 8, 19. — 11 Joh. 8, 21. — 14 Joh. 8, 22. — 29 Joh. 8, 21. — 31 Mattb. 20, 1719. 1 περὶ ἐμα]υτοῦ a. Ras. | ἡ μαρτυρία — ἐστιν] über die Stellung der Worte vgl. 0. z. S. 298, 10; wie bier lesen Β Copt. Arm. | 4 ἀληθὴς] ο. S. 300, 3 ἀληθινὴ, = BℵTDLX 33; ἀληθὴς = Δ. 1. 69. ς | 15 τοῦ] αὐτοῦ, corr. We | 22 αὐτοῦ | 24 corr. We | 28 nacb ἐλεύσεται + καὶ | 31 Die Stellung ist är; in Mt. XVI, 1 (Lemma), 8 ändig ausgescbriebenes Citat): μέλλων δὲ ὁ Ἰησοῦς ἀναβαίνειν mit 1, vgl. Β, Syr. Pescb. Copt.)

319
»εἶπεν αὐτοῖς· ᾿Ιδοὺ ἀναβαίνομεν εἰς ῾Ιεροσόλυμα, καὶ ὁ υἱὸς τοῦ ἀν- »θρώπου παραδοθήσεται τοῖς ἀρχιερεῦσιν καὶ γραμματεῦσιν καὶ »κατακρινοῦσιν αὐτὸν θανάτῳ, καὶ παραδοθήσεται τοῖς ἔθνεσιν εἰς »τὸ ἐμπαῖξαι καὶ μαστιγῶσαι καὶ σταυρῶσαι, καὶ τῇ τρίτῃ ἡμέρᾳ «ἐγερθήσεται«.

ἐὰν δέ τις ἀνθυποφέρῃ τὸ »᾿Απὸ τότε ἤρξατο δεικ- »νύειν τοῖς μαθηταῖς ἑαυτοῦ ὅτι δεῖ αὐτὸν εἰς Ἱεροσόλυμα ἀνελθεῖν »καὶ πολλὰ παθεῖν ἀπὸ τῶν ἀρχιερέων καὶ Φαρισαίων καὶ »τέων καὶ ἀποκτανθῆναι« καὶ τὸ »Μέλλει ὁ υἱὸς τοῦ »παραδίδοσθαι εἰς χεῖρας ἀνθρώπων καὶ ἀποκτενοῦσιν αὐτόν, καὶ »τῇ τρίτῃ ἡμέρᾳ ἐγερθήσεται«, ἐρεῖς ὅτι ἀπέκτειναν αὐτὸν οἱ λέγοντες πάντες· »Σταύρου, σταύρου αὐτόν«· καὶ οἱ γενόμενοι ἔνοχοι τοῦ θανάτου αὐτοῦ, εἰ καὶ προλαβὼν τοὺς στρατιώτας ἐρχομένους ἐπὶ τὸ πλῆξαι τὰ σκέλη, κράξας φωνῇ μεγάλῃ ἐξέπνευσεν.

Παραθήσεις δὲ εἰς τοῦτο τὸ Πᾶς ὁ εὑρίσκων με ἀπο- »κτενεῖ με« καὶ τὸ »Πᾶς ὁ ἀποκτείνας κάϊν ἑπτὰ ἐκδικούμενα παρα- »λύσει«. πῶς γὰρ »πᾶς ὁ εὑρίσκων τὸν Κάϊν ἀποκτενεῖ αὐτόν«, ἑνὸς ἀποκτείναντος ἂν αὐτὸν τοῦ προειληφότος; ἢ πῶς πᾶς ὁ ἀποκτείνας Κάϊν ἑπτὰ ἐκδικούμενα παραλύσει« οὐκ ἂν πολλῶν ἀποκτεινάντων αὐτόν;

ὡς γὰρ περὶ πλήθους ἔρηται τὸ »Πᾶς«· τάχα δὲ καὶ ὁ μὲν Πέτρος ἀνθρωπικώτερον ἐκλαβὼν τὰ εἰρημένα ὑπὸ τοῦ σωτῆρος φησίν· »Ἵλεώς σοι κύριε· οὐ μὴ ἔσται σοι τοῦτο«· ὀ δὲ σωτὴρ ἐπιτιμῶν αὐτῷ ὡς μὴ καλῶς ἐξειληφότι τὸ εἰρημένον φησίν· »Ὕπαγε ὀπίσω μου, Σατανᾶ· σκάνδαλόν μου εἶ, ὅτι οὐ φρονεῖς τὰ »τοῦ θεοῦ ἀλλὰ τά τῶν ἀνθρώπων«.

ἀλλὰ καὶ τὸ παρὰ τῷ Παύλῳ λεγόμενον »῾Εαυτὸν παρέδωκεν ὑπὲρ ἡμῶν θυσίαν τῷ θεῷ« ὅρα εἰ μὴ τοιοῦτόν ἐστιν.

οὕτως γοῦν μόνως δυνήσει σῶσαι τὸν εἰς τὸν αἰῶνα ἀρχιερέα κατὰ τὴν τάξιν Μελχισεδέκ, καὶ τὸν ἀμνὸν τοῦ θεοῦ τὸν αἴροντα τὴν ἁμαρτίαν τοῦ κόσμου, προσφερόμενον θυσίαν τῷ θεῷ οὐχ ὑπὸ ἀσεβῶν ἀλλ᾿ ὑπὸ ἀρχιερέως εὐσεβοῦς.

ταῦτα μὲν οὖν ἡμεῖς κατὰ δύναμιν βασανίζοντες τὸ βούλημα τῶν λεγόντων τὸ »Μήτι ἀποκτενεῖ ἑαυτόν, ὅτι λέγει· Ὅπου ἐγὼ ὑπάγω ὑμεῖς οὐ δύ- »νασθε ἐλθεῖν;« μετὰ τὸ ἀκηκοέναι τηλικούτων τῶν προειρημένων ὑπὸ τοῦ Ἰησοῦ λόγων ἐκδεδώκαμεν.

[*](5 Matth. 16, 21. — 8 Matth. 17, 22f. — 11 Luk. 23, 21. — 12 Vgl. Joh. 19, 32f. Matth. 27, 50; Mark. 15, 37. — 14 Gen. 4, 14. - 15 Gen 4, 15. — 17 Gen. 4, 15. — 21 Matth. 10, 22. — 23 Matth. 16, 23. — 25 Eph. 5, 2. — 27 Vgl. Hebr. 6, 20. — 27 Vgl. Joh 1, 29. — 31 Joh. 8, 22. 2 παραδώσουσιν αὐτὸν Τ | 5 ἐγερθήσεται] ἀναστήσεται in Mt. XVI, 1 (mit BC2DX 1. 33.) | nach ἤρξατο ist ὁ Ἰησοῦς hier ausgelassen | 1 1 πάντες ist wohl als Dittogr. z. str. | 13 τὸ + V | 14 παραθήσει, vgl. o. S. 313, 18 | 15 Κάϊν] καὶ ἱν 16 ἑαυτόν | 18 ἐκδικούμενα] κο a. Ras. | 29 εὐσεβῶς, corr. Lommatzsch.)
320

Εἰκὸς δέ τινας προσκόπτοντας ὡς βεβιασμένῃ τῇ ἑρμηνείᾳ οἴεσθαι ἁπλούστερον αὐτοὺς εἰρηκέναι τὸ Μήτι ἀποκτενεῖ ἑαυτόν;« ὡς τοῦ μὲν Ἰησοῦ ἀποκτενοῦντος ἑαυτὸν καὶ ἐσομένου ἐν χώρᾳ τῶν ἑαυτοὺς διαχειρισαμένων καὶ κολαθησομένων ἐπὶ τούτῳ, τῶν δὲ Ἰουδαίων παρὰ τοῦτο οὐ δυναμένων ἐκεῖ γενέσθαι, παρὰ τὸ μὴ τῷ αὐτῷ ἐνόχους αὐτοὺς γίνεσθαι περὶ ἑαυτῶν ἁμαρτήματι.

ἀλλὰ καὶ αὐτοὶ ἐπιστησάτωσαν, εἰ δύνανται οἱ Ἰουδαῖοι ὑπονενοηκέναι τὸν Ἰησοῦν ταῦτα εἰρηκέναι, ἑαυτὸν καταδικάζοντα ὡς ἀπελευσόμενον εἰς τόπον κολάσεως, ἔνθα οὐκ ἐδύναντο γενέσθαι, ὅσον ἐπὶ τῇ ἐχδοχῇ ταύτῃ, οἱονεὶ κρείττονες αὐτοῦ· ἢ ἀκόλουθον ἔσται λέγειν ὅτι εἴπερ τοῦτο νοῶν ἔφασκεν ὁ Ἰησοῦς καὶ βουλόμενος ἑαυτὸν ἀποκτεῖναι κρεῖττον ἐνόμιζεν τὸ ἑαυτὸν ἀναιρεῖν τοῦ μὴ τοῦτο ποιεῖν.

Καὶ ὁ Ἡρακλέων μέντοι γε ὡς ἁπλούστερον εἰρημένου τοῦ »Μή τι ἀποκτενεῖ ἑαυτόν;« φησὶν ὅτι πονηρῶς διαλογιζόμενοι οἱ ᾿Ιουδαῖοι ταῦτα ἔλεγον καὶ μείζονας ἑαυτοὺς ἀποφαινόμενοι τοῦ σωτῆρος καὶ ὑπολαμβάνοντες οτι αὐτοὶ μὲν ἀπελεύσονται πρὸς τὸν θεὸν εἰς ἀνάπαυσιν αἰώνιον, ὁ δὲ σωτὴρ εἰς φθορὰν καὶ εἰς θάνατον ἑαυτὸν διαχειρισάμενος, ὅπου ἑαυτοὺς οὐκ ἐλογίζοντο ἀπελθεῖν.

καὶ αὐταῖς λέξεσίν φησιν ὅτι Ὤιοντο λέγειν τὸν σωτῆρα οἱ Ἰουδαῖοι ὅτι ἐγὼ ἐμαυτὸν διαχειρισάμενος εἰς φθορὰν μέλλω πορεύεσθαι, ὅπου ὑμεῖς οὐ δύνασθε ἐλθεῖν. οὐκ οἶδα δὲ πῶς κατὰ τὸν εἰπόντα· »᾿Εγώ εἰμι τὸ φῶς »τοῦ κόσμου« καὶ τὰ ἑξῆς, ἦν λέγειν ὅτι ἐγὼ ἐμαυτὸν διαχειρισάμενος εἰς φθορὰν μέλλω πορεύεσθαι.