De Incarnatione Verbi

Athanasius of Alexandria

Athenasius of Alexandria. St. Athanasius On The Incarnation. Robertson, Archibald, editor. London: David Nutt, 1893.

Εἰ δὲ κατὰ πάσης ἀπλῶς μαγείας καὶ αὐτοῦ τοῦ ὀνόματος αὐτῆς ἤρατο τὴν νίκην ὁ τούτου σταυρός· δῆλον ἂν εἴη μὴ εἶναι μάγον τὸν Σωτῆρα, ὃν καὶ οἱ παρὰ τῶν ἄλλων μάγων ἐπικαλούμενοι δαίμονες ὡς δεσπότην φεύγουσι.

Τίς οὖν ἄρα ἐστὶ λεγέτωσαν οἱ μόνον ἐν τῷ χλευάζειν ἔχοντες τὴν σπουδὴν Ἕλληνες. ἴσως ἂν φήσαιεν δαίμονα καὶ αὐτὸν γεγενῆσθαι, καὶ οὕτως ἰσχύειν. τοῦτο δὲ καὶ πάνυ λέγοντες ὀφλήσουσι χλεύην, πάλιν ταῖς προτέραις ἀποδείξεσι δυσωπεῖσθαι δυνάμενοι. πῶς γὰρ οἷόν τέ ἐστι δαίμονα εἶναι τὸν τοὺς δαίμονας ἀπελαύνοντα;

Εἰ μὲν γὰρ ἀπλῶς δαίμονας ἤλαυνε, καλῶς ἂν ἐνομίσθη τῷ ἄρχοντι τῶν δαιμονίων ἰσχύειν αὐτὸν κατὰ τῶν ἐλαττόνων, ὁποῖα καὶ οἱ Ἰουδαῖοι θέλοντες αὐτὸν ὑβρίζειν ἔλεγον αὐτῷ. εἰ δὲ πᾶσα τῶν δαιμόνων μανία ἐξίσταται τῇ τούτου ὀνομασία καὶ διώκεται· φανερὸν ἂν εἴη καὶ ἐν τούτῳ πλανᾶσθαι αὐτούς, καὶ μὴ εἶναι ὡς νομίζουσι δαιμονκήν τινα δύναμιν τὸν Κύριον ἡμῶν καὶ Σωτῆρα Χριστόν.

Οὐκοῦν εἰ μήτε ἄνθρωπος ἁπλῶς, μήτε μάγος μήτε δαίμων τις ἐστιν ὁ Σωτήρ, ἀλλὰ καὶ τὴν παρὰ ποιηταῖς ὑπόνοιαν καὶ δαιμόνων φαντασίαν καὶ Ἕλλήνων σοφίαν τῇ αὐτοῦ θειότητι κατήργησε καὶ ἐπεσκίασε· φανερὸν ἂν εἴη καὶ παρὰ πᾶσιν ὁμολογηθήσεται, ὅτι οὗτος ἀληθῶς Θεοῦ Υἱός ἐστι, Λόγος

καὶ Σοφία, καὶ Δύναμις τοῦ Πατρὸς ὑπάρχων. διὰ τοῦτο γὰρ οὐδὲ ἀνθρώπινά ἐστιν αὐτοῦ τὰ ἔργα, ἀλλ’ ὑπὲρ ἄνθρωπον, καὶ Θεοῦ τῷ ὄντι γινώσκεται ταῦτα, καὶ ἀπ’ αὐτῶν τῶν φαινομένων, καὶ ἀπὸ τῆς πρὸς ἀνθρώπους συγκρίσεως.

Τίς γὰρ τῶν πώποτε γενομένων ἀνθρώπων ἐκ παρθένου μόνης ἑαυτῷ συνεστήσατο σῶμα; ἢ τίς πώποτε ἀνθρώπων τοιαύτας νόσους ἐθεράπευσεν, οἷας ὁ κοινὸς πάντων Κύριος; τίς δὲ τὸ τῇ γενέσει ἐλλεῖπον ἀποδέδωκε, καὶ ἐκ γενετῆς τυφλὸν ἐποίησε βλέπειν;