De Incarnatione Verbi
Athanasius of Alexandria
Athenasius of Alexandria. St. Athanasius On The Incarnation. Robertson, Archibald, editor. London: David Nutt, 1893.
Ταῦτα δὲ τὰ λεγόμενα παρ’ ἡμῶν οὐκ ἄχρι λόγων ἐστίν, ἀλλὰ καὶ ἐξ αὐτῆς τῆς πείρας ἔχει τὴν τῆς ἀληθείας μαρτυρίαν.
Παρίτω γὰρ ὁ βουλόμενος καὶ θεωρείτω τῆς μὲν ἀρετῆς τὸ γνώρισμα ἐν ταῖς Χριστοῦ παρθένοις καὶ ἐν τοῖς σωφροσύνην ἁγνεύουσι νεωτέροις, τῆς δὲ ἀθανασίας τὴν πίστιν ἐν τῷ τοσούτῳ τῶν μαρτύρων χορῷ.
Ἡκέτω δὲ ὁ πεῖραν τῶν προλεχθέντων βουλόμενος λαβεῖν, καὶ ἐπ’ αὐτῆς τῆς φαντασίας τῶν δαιμόνων, καὶ τῆς τῶν μαντειῶν ἀπάτης, καὶ τῶν τῆς μαγείας θαυμάτων, χρησάσθω τῷ σημείῳ τοῦ γελωμένου παρ’ αὐτοῖς σταυροῦ, τὸν Χριστὸν ὀνομάσας μόνον, καὶ ὄψεται πῶς δι' αὐτοῦ δαίμονες μὲν φεύγουσι, μαντεῖα δὲ παύεται, μαγεία δὲ πᾶσα καὶ φαρμακεία κατήργηται.
Τίς οὖν ἄρα καὶ πηλίκος ἐστὶν οὗτος ὁ Χριστός, ὁ τῇ ἑαυτοῦ ὀνομασίᾳ καὶ παρουσίᾳ τὰ πάντα πανταχόθεν ἐπισκιάσας καὶ καταργήσας, καὶ μόνος κατὰ πάντων ἰσχύων, καὶ πᾶσαν τὴν οἰκουμένην τῆς ἑαυτοῦ διδασκαλίας πληρώσας; λεγέτωσαν οἱ πάνυ γελῶντες καὶ οὐκ ἐρυθριῶντες Ἕλληνες.
Εἰ μὲν γὰρ ἄνθρωπός ἐστι· καὶ πῶς εἷς ἄνθρωπος τὴν πάντων τῶν παρ' αὐτοῖς θεῶν δύναμιν ὑπερῆρε, καὶ οὐδὲν
ἐκείνους ὄντας τῇ ἑαυτοῦ δυνάμει διήλεγξεν; εἰ δὲ μάγον αὐτὸν λέγουσι· πῶς οἷόν τε ἐστὶν ὑπὸ μάγου καταργεῖσθαι πᾶσαν τὴν μαγείαν, καὶ μὴ μᾶλλον συνίστασθαι; εἰ μὲν γὰρ ἀνθρώπους μάγους ἐνίκα, ἢ καθ’ ἑνὸς ἴσχυε μόνου, καλῶς ἂν ἐνομίσθη παρ’ αὐτοῖς κρείττονι τέχνῃ τὴν τῶν ἄλλων ὑπερβάλλων.