De Mysteriis

Iamblichus

Iamblichus. Jamblichi De mysteriis Liber. Parthey, Gustav, editor. Berlin: Nicolai, 1857.

Ἀλλὰ τί ταῦτα ἀπομηκύνω; διὰ πολλῶν ἐν τοῖς ἔμπροσθεν τὸ τῆς θείας μαντικῆς πρὸς τὴν ἀνθρωπίνην ἐπιδείξας ὑπερέχον· βέλτιον οὖν, ὅπερ ἀπαιτεῖς παρ’ ἡμῶν, τὴν εἰς εὐδαιμονίαν ὁδὸν ἐπιδεῖξαί σοι, καὶ ἐν τίνι κεῖται ἡ αὐτῆς οὐσία· ἀπὸ γὰρ τούτου τό τε ἀληθὲς εὑρίσκεται καὶ ἅμα τὰς ἀπορίας πάσας ἔνεστι διαλύειν ῥᾳδίως. λέγω τοίνυν, ὡς ὁ θεατὸς νοούμενος ἄνθρωπος, ἡνωμένος τῷ πρόσθεν τῇ θέᾳ τῶν θεῶν, ἐπεισῆλθεν ἑτέρᾳ ψυχῇ τῇ περὶ τὸ ἀνθρώπινον μορφῆς εἶδος συνηρμοσμένῃ, καὶ διὰ τοῦτο ἐν τῷ τῆς ἀνάγκης καὶ εἱμαρμένης ἐγένετο δεσμῷ.

Σκοπεῖν δὴ δεῖ τίς αὐτοῦ γίνεται λύσις καὶ ἀπαλλαγὴ τῶν δεσμῶν. ἔστι τοίνυν οὐκ ἄλλη τις ἢ τῶν θεῶν γνῶσις· ἰδέα γάρ ἐστιν εὐδαιμονίας τὸ ἐπίστασθαι τὸ ἀγαθόν, ὥσπερ τῶν κακῶν ἰδέα συμβαίνει ἡ λήθη τῶν

ἀγαθῶν καὶ ἀπάτη περὶ τὸ κακόν· ἡ μὲν οὖν τῷ θείῳ σύνεστιν, ἡ δὲ χείρων μοῖρα ἀχώριστός ἐστι τοῦ θνητοῦ· καὶ ἡ μὲν τὰς τῶν νοητῶν οὐσίας ἱερατικαῖς ὁδοῖς ἀναμετρεῖ, ἡ δὲ παρακρουσθεῖσα τῶν ἀρχῶν προΐησιν ἑαυτὴν ἐπὶ τὴν καταμέτρησιν τῆς τοῦ σώματος ἰδέας· καὶ ἡ μὲν γνῶσίς ἐστι τοῦ πατρός, ἡ δὲ παραγωγὴ ἀπ’ αὐτοῦ καὶ λήθη τοῦ προουσίου αὐταρκοῦντος πατρὸς θεοῦ· καὶ ἡ μὲν σώζει τὴν ἀληθινὴν ζωὴν ἐπὶ τὸν πατέρα αὐτῆς ἀνάγουσα, ἡ δὲ κατάγει τὸν γεναρχοῦντα ἄνθρωπον ἄχρι τοῦ μηδέποτε μένοντος ἀλλ’ ἀεὶ ῥέοντος. αὕτη μὲν οὖν νοείσθω σοι πρώτη τῆς εὐδαιμονίας ὁδός, νοερὰν ἔχουσα τῆς θείας ἑνώσεως ἀποπλήρωσιν τῶν ψυχῶν, ἡ δ’ ἱερατικὴ καὶ θεουργικὴ τῆς εὐδαιμονίας δόσις καλεῖται μὲν θύρα πρός θεὸν τὸν δημιουργὸν τῶν ὅλων, ἢ τόπος ἢ αὐλὴ τοῦ ἀγαθοῦ· δύναμιν δ’ ἔχει πρώτην μὲν ἁγνείαν τῆς ψυχῆς πολὺ τελειοτέραν τῆς τοῦ σώματος ἁγνείας,
ἔπειτα κατάρτυσιν τῆς διανοίας εἰς μετουσίαν καὶ θέαν τοῦ ἀγαθοῦ καὶ τῶν ἐναντίων πάντων ἀπαλλαγήν, μετὰ δὲ ταῦτα πρὸς τοὺς τῶν ἀγαθῶν δοτῆρας θεοὺς ἕνωσιν.

Ἐπειδὰν δὲ κατ’ ἰδίαν ταῖς μοίραις τοῦ παντὸς συνάψῃ καὶ ταῖς διηκούσαις δι’ αὐτῶν ὅλαις θείαις δυνάμεσι, τότε τῷ ὅλῳ δημιουργῷ τὴν ψυχὴν προσάγει καὶ παρακατατίθεται, καὶ ἐκτὸς πάσης ὕλης αὐτὴν ποιεῖ μόνῳ τῷ ἀιδίῳ λόγῳ συνηνωμένην· οἷον ὃ λέγω τῇ αὐτογόνῳ καὶ τῇ αὐτοκινήτῳ καὶ τῇ ἀνεχούσῃ πάντα καὶ τῇ νοερᾷ καὶ τῇ διακοσμητικῇ τῶν ὅλων καὶ τῇ πρὸς ἀλήθειαν τὴν νοητὴν ἀναγωγικῇ καὶ τῇ αὐτοτελεῖ καὶ τῇ ποιητικῇ καὶ ταῖς ἄλλαις δημιουργικαῖς δυνάμεσι τοῦ θεοῦ κατ’ ἰδίαν συνάπτει, ὡς ἐν ταῖς ἐνεργείαις αὐτῶν καὶ ταῖς νοήσεσι καὶ ταῖς δημιουργικαῖς τελέως ἵστασθαι τὴν θεουργικὴν ψυχήν. καὶ τότε δὴ ἐν ὅλῳ τῷ δημιουργικῷ θεῷ τὴν ψυχὴν ἐντίθησι. καὶ τοῦτο τέλος ἐστὶ τῆς παρ’ Αἰγυπτίοις ἱερατικῆς ἀναγωγῆς.