De Mysteriis

Iamblichus

Iamblichus. Jamblichi De mysteriis Liber. Parthey, Gustav, editor. Berlin: Nicolai, 1857.

Βούλομαι δὴ τὸ μετὰ τοῦτο καὶ τὰ ἄλλα ἐπιδραμεῖν, ὅσα διαβάλλων τὴν θείαν πρόγνωσιν ἄλλας τινὰς μεθόδους αὐτῇ παραβάλλεις, περὶ τὴν τοῦ μέλλοντος προμήνυσιν διατριβούσας. ἐμοὶ γάρ, οὔτε εἴ τις ἐκ φύ

σεως ἐπιτηδειότης εἰς σημασίαν τοῦ ἐσομένου παραγίνεται, ὥσπερ ἡ τοῖς ζώοις τῶν σεισμῶν ἢ τῶν ἀνέμων ἢ τῶν χειμώνων συμπίπτει πρόγνωσις, τίμιος εἶναι δοκεῖ. κατ’ αἰσθήσεως γὰρ ὀξύτητα ἢ κατὰ συμπάθειαν ἢ κατ’ ἄλλην τινὰ φυσικῶν δυνάμεων συγκίνησιν ἡ τοιαύτη ἔμφυτος συνέπεται μαντεία, οὐδὲν ἔχουσα σεμνὸν καὶ ὑπερφυές· οὔτε εἴ τις κατὰ λογισμὸν ἀνθρώπινον ἢ τεχνικὴν παρατήρησιν ἀπὸ σημείων τεκμηριοῦται ἐκεῖνα, ὧν ἐστὶ τὰ σημεῖα δηλωτικά (ὡς ἀπὸ συστολῆς ἢ φρίκης τὸν μέλλοντα πυρετὸν προγινώσκουσιν οἱ ἰατροί)〉, οὐδὲν οὐδὲ οὗτός μοι δοκεῖ τίμιον ἔχειν καὶ ἀγαθόν. ἀνθρωπίνως τε γὰρ ἐπιβάλλει καὶ συλλογίζεται τῇ ἡμετέρᾳ διανοίᾳ, περί τε τῶν ἐν τῇ φύσει τοῖς γιγνομένοις ὁμολογουμένως, οὐ πόρρω τῆς σωματοειδοῦς τάξεως ποιεῖται τὴν διάγνωσιν. ὥστε οὐδ’ εἰ φυσική τις ἔνεστιν ἐν ἡμῖν ἐπιβολὴ τοῦ μέλλοντος, ὥσπερ καὶ ἐν τοῖς ἄλλοις ἅπασιν ἡ δύναμις ἥδε ἐναργῶς ἐνεργοῦσα διαφαίνεται, οὐδὲν οὐδὲ αὕτη μακαριστὸν τῷ ὄντι κέκτηται· τί γὰρ ἂν εἴη γνήσιον καὶ τέ
λειον καὶ ἀίδιον ἀγαθὸν τῶν ὑπὸ τῆς φύσεως τῆς ἐν γενέσει εἰς ἡμᾶς ἐμφυομένων;

Μόνη τοίνυν ἡ θεία μαντικὴ συναπτομένη τοῖς θεοῖς ὡς ἀληθῶς ἡμῖν τῆς θείας ζωῆς μεταδίδωσι, τῆς τε προγνώσεως καὶ τῶν θείων νοήσεων μετέχουσα καὶ ἡμᾶς θείους ὡς ἀληθῶς ἀπεργάζεται· ἡ δὲ αὐτὴ καὶ τὸ ἀγαθὸν ἡμῖν γνησίως παρέχει, διότι πεπλήρωται τῶν ἀγαθῶν ὅλων ἡ μακαριωτάτη τῶν θεῶν νόησις· οὐ τοίνυν προορῶσι μέν, ὡς σὺ τοπάζεις, οἱ ταύτην ἔχοντες τὴν μαντικήν, οὐ μήν εἰσιν εὐδαίμονες· ἀγαθοειδὴς γάρ ἐστι πᾶσα ἡ θεία πρόγνωσις, οὐδὲ προορῶσι μὲν τὰ μέλλοντα, χρῆσθαι δὲ αὐτοῖς καλῶς οὐκ ἐπίστανται· ἀλλ’ αὐτὸ τὸ καλὸν καὶ τὴν τάξιν τὴν ἀληθῆ καὶ πρέπουσαν μετὰ τῆς προγνώσεως παραδέχονται· πάρεστι δ’ αὐτῇ καὶ τὸ ὠφέλιμον. οἱ γὰρ θεοὶ καὶ δύναμιν τοῦ φυλάξασθαι τὰ ἐπιόντα ἀπὸ τῆς φύσεως δεινὰ παραδιδόασι· καὶ ὅταν μὲν ἀσκεῖν δέῃ τὴν ἀρετὴν καὶ συμβάλληται πρὸς τοῦτο ἡ τοῦ μέλλοντος ἀδηλία, ἀποκρύπτουσι τὰ ἐσόμενα ἕνεκα τοῦ τὴν ψυχὴν βελτίονα ἀπεργάζεσθαι. ὅταν δὲ πρὸς

τοῦτο μηδὲν διαφέρῃ, λυσιτελεῖ δὲ ταῖς ψυχαῖς τὸ προγινώσκειν, ἕνεκα τοῦ σώζειν αὐτὰς καὶ ἀνάγειν, τὴν ἐν ταῖς μαντείαις πρόγνωσιν ἐν μέσαις αὐτῶν ταῖς οὐσίαις ἐντιθέασιν.