De Vita Pythagorica

Iamblichus

Iamblicus. De vita Pythagorica liber ad fidem codicis Florentini. Nauck, August, editor. St. Petersburg: Eggers, I. Glausunof, 1884.

Πρῶτον μὲν οὖν ἐν τῷ λαμβάνειν τὴν διάπειραν ἐσκόπει εἰ δύνανται ἐχεμυθεῖν· τούτῳ γὰρ δὴ καὶ ἐχρῆτο τῷ ὀνόματι· καὶ καθεώρα εἰ μανθάνοντες ὅσα ἂν ἀκούσωσιν οἷοί τέ εἰσι σιωπᾶν καὶ διαφυλάττειν· ἔπειτα εἰ εἰσὶν αἰδήμονες, ἐποιεῖτό τε πλείονα σπουδὴν τοῦ σιωπᾶν ἤπερ τοῦ λαλεῖν. ἐσκόπει δὲ καὶ τὰ ἄλλα πάντα, μὴ ἄρα πρὸς πάθος ἢ ἐπιθυμίαν ἀκρατήτως ἐπτόηνται, οὐ παρέργως τὰ τοιαῦτα ἀεὶ ἐπιβλέπων, οἷον πῶς πρὸς ὀργὴν ἔχουσιν ἢ πῶς πρὸς

ἐπιθυμίαν, ἢ εἰ φιλόνεικοί εἰσιν ἢ φιλότιμοι, ἢ πῶς πρὸς φιλονεικίαν ἔχουσιν ἢ πῶς πρὸς φιλίαν. εἰ δὲ πάντα ἀκριβῶς αὐτῷ ἐπιβλέποντι ἐξηρτυμένοι ἐφαίνοντο τοῖς ἀγαθοῖς ἤθεσι, τότε περὶ εὐμαθείας καὶ μνήμης ἐσκόπει· πρῶτον μὲν εἰ δύνανται ταχέως καὶ σαφῶς παρακολουθεῖν τοῖς λεγομένοις· ἔπειτα εἰ παρέπεταί τις αὐτοῖς ἀγάπησις καὶ σωφροσύνη πρὸς τὰ διδασκόμενα.

ἐπεσκόπει γὰρ πῶς ἔχουσι φύσεως πρὸς ἡμέρωσιν, ἐκάλει δὲ τοῦτο κατάρτυσιν. πολέμιον δὲ ἡγεῖτο τὴν ἀγριότητα πρὸς τοιαύτην διαγωγήν· ἀκολουθεῖν γὰρ ἀγριότητι ἀναίδειαν, ἀναισχυντίαν, ἀκολασίαν, ἀκαιρίαν, δυσμάθειαν, ἀναρχίαν, ἀτιμίαν καὶ τὰ ἀκόλουθα· πραότητι δὲ καὶ ἡμερότητι τὰ ἐναντία. ἐν μὲν οὖν τῇ διαπείρᾳ τοιαῦτα ἐπεσκόπει καὶ πρὸς ταῦτα ἤσκει τοὺς μανθάνοντας, τούς τε ἁρμόζοντας τοῖς ἀγαθοῖς τῆς παρ’ ἑαυτῷ σοφίας ἐνέκρινε καὶ οὕτως ἐπὶ τὰς ἐπιστήμας ἀνάγειν ἐπειρᾶτο· εἰ δὲ ἀνάρμοστον κατίδοι τινά, ὥσπερ ἀλλόφυλόν τινα καὶ ὀθνεῖον ἀπήλαυνε.

Περὶ δὲ τῶν ἐπιτηδευμάτων ἃ παρέδωκε δι’ ὅλης ἡμέρας τοῖς ἑταίροις, μετὰ τοῦτο φράσω. κατὰ γὰρ τὴν ὑφήγησιν αὐτοῦ ὧδε ἔπρασσον οἱ ὑπ’ αὐτοῦ ὁδηγούμενοι.

τοὺς μὲν ἑωθινοὺς περιπάτους ἐποιοῦντο οἱ ἄνδρες οὗτοι κατὰ μόνας τε καὶ εἰς τοιούτους τόπους

ἐν οἷς συνέβαινεν ἠρεμίαν τε καὶ ἡσυχίαν εἶναι σύμμετρον, ὅπου τε ἱερὰ καὶ ἄλση καὶ ἄλλη τις θυμηδία. ᾤοντο γὰρ δεῖν μὴ πρότερόν τινι ἐντυγχάνειν πρὶν ἢ τὴν ἰδίαν ψυχὴν καταστήσουσι καὶ συναρμόσονται τὴν διάνοιαν· ἁρμόδιον δὲ εἶναι τῇ καταστάσει τῆς διανοίας τὴν τοιαύτην ἡσυχίαν. τὸ γὰρ εὐθὺς ἀναστάντας εἰς τοὺς ὄχλους ὠθεῖσθαι θορυβῶδες ὑπειλήφεισαν. διὸ δὴ πάντες οἱ Πυθαγόρειοι τοὺς ἱεροπρεπεστάτους τόπους ἀεὶ ἐξελέγοντο. μετὰ δὲ τὸν ἑωθινὸν περίπατον τότε πρὸς ἀλλήλους ἐνετύγχανον, μάλιστα μὲν ἐν ἱεροῖς, εἰ δὲ μή γε, ἐν ὁμοίοις τόποις. ἐχρῶντο δὲ τῷ καιρῷ τούτῳ πρός τε διδασκαλίας καὶ μαθήσεις καὶ πρὸς τὴν τῶν ἠθῶν ἐπανόρθωσιν.

μετὰ δὲ τὴν τοιαύτην διατριβὴν ἐπὶ τὴν τῶν σωμάτων ἐτρέποντο θεραπείαν. ἐχρῶντο δὲ ἀλείμμασί τε καὶ δρόμοις οἱ πλεῖστοι, ἐλάττονες καὶ πάλαις ἔν τε κήποις καὶ ἐν ἄλσεσιν, οἳ δὲ καὶ ἁλτηροβολίᾳ ἢ χειρονομίᾳ, πρὸς τὰς τῶν σωμάτων ἰσχῦς τὰ εὔθετα ἐπιτηδεύοντες ἐκλέγεσθαι γυμνάσια. ἀρίστῳ δὲ ἐχρῶντο ἄρτῳ καὶ μέλιτι ἢ κηρίῳ, οἴνου δὲ μεθ’ ἡμέραν οὐ μετεῖχον. τὸν δὲ μετὰ τὸ ἄριστον χρόνον περὶ τὰς πολιτικὰς οἰκονομίας κατεγίνοντο, περί τε τὰς ἐξωτικὰς καὶ τὰς ξενικάς, διὰ τὴν τῶν νόμων πρόσταξιν· πάντα γὰρ ἐν ταῖς μετ’ ἄριστον ὥραις ἐβούλοντο διοικεῖν. δείλης δὲ γενομένης εἰς

τοὺς περιπάτους πάλιν ὁρμᾶν, οὐχ ὁμοίως κατ’ ἰδίαν, ὥσπερ ἐν τῷ ἑωθινῷ περιπάτῳ, ἀλλὰ σύνδυο καὶ σύντρεις ποιεῖσθαι τὸν περίπατον, ἀναμιμνησκομένους τὰ μαθήματα καὶ ἐγγυμναζομένους τοῖς καλοῖς ἐπιτηδεύμασι.