De Vita Pythagorica
Iamblichus
Iamblicus. De vita Pythagorica liber ad fidem codicis Florentini. Nauck, August, editor. St. Petersburg: Eggers, I. Glausunof, 1884.
Καθόλου δὲ εἰδέναι ἄξιον ὡς πολλὰς ὁδοὺς Πυθαγόρας παιδείας ἀνεῦρε καὶ κατὰ τὴν οἰκείαν φύσιν ἑκάστου καὶ δύναμιν ἀπεδίδου τῆς σοφίας τὴν ἐπιβάλλουσαν μοῖραν. τεκμήριον δὲ μέγιστον· ὅτε γὰρ Ἄβαρις ὁ Σκύθης ἐξ Ὑπερβορέων ἄπειρος τῆς Ἑλληνικῆς παιδείας ὢν καὶ ἀμύητος καὶ τῇ ἡλικίᾳ προβεβηκὼς ἦλθε, τότε οὐ διὰ ποικίλων αὐτὸν εἰσήγαγε θεωρημάτων, ἀλλ’ ἀντὶ τῆς πενταετοῦς σιωπῆς καὶ τῆς ἐν τῷ τοσούτῳ χρόνῳ ἀκροάσεως καὶ τῶν ἄλλων βασάνων ἀθρόως αὐτὸν ἐπιτήδειον ἀπειργάσατο πρὸς τὴν ἀκρόασιν τῶν αὐτῷ δογματιζσμένων, καὶ τὸ περὶ φύσεως σύγγραμμα καὶ ἄλλο τὸ περὶ θεῶν ὡς ἐν βραχυτάτοις αὐτὸν ἀνεδίδαξεν.
ἦλθε μὲν γὰρ Ἄβαρις ἀπὸ Ὑπερβορέων, ἱερεὺς τοῦ ἐκεῖ Ἀπόλλωνος, πρεσβύτης καθήκων καὶ τὰ ἱερατικὰ σοφώτατος, ἀπὸ τῆς Ἑλλάδος ὑποστρέφων εἰς τὰ ἴδια, ἵνα τὸν ἀγερθέντα χρυσὸν τῷ θεῷ ἀποθῆται εἰς τὸ ἐν Ὑπερβορέοις ἱερόν. γενόμενος δὲ ἐν παρόδῳ κατὰ τὴν Ἰταλίαν καὶ τὸν Πυθαγόραν ἰδὼν καὶ μάλιστα εἰκάσας τῷ θεῷ οὗπερ ἦν ἱερεύς, καὶ πιστεύσας μὴ ἄλλον εἶναι μηδὲ ἄνθρωπον ὅμοιον ἐκείνῳ, ἀλλ’ αὐτὸν ὄντως τὸν Ἀπόλλωνα, ἔκ τε ὧν ἑώρα
περὶ αὐτὸν σεμνωμάτων καὶ ἐξ ὧν προεγίνωσκεν ὁ ἱερεὺς γνωρισμάτων, Πυθαγόρᾳ ἀπέδωκεν ὀιστὸν ὃν ἔχων ἀπὸ τοῦ ἱεροῦ ἐξῆλθε, χρήσιμον αὐτῷ ἐσόμενον πρὸς τὰ συμπίπτοντα δυσμήχανα κατὰ τὴν τοσαύτην ἄλην. ἐποχούμενος γὰρ αὐτῷ καὶ τὰ ἄβατα διέβαινεν, οἷον ποταμοὺς καὶ λίμνας καὶ τέλματα καὶ ὄρη καὶ τὰ τοιαῦτα, καὶ περιπολῶν, ὡς λόγος, καθαρμούς τε ἐπετέλει καὶ λοιμοὺς ἀπεδίωκε καὶ ἀνέμους ἀπὸ τῶν εἰς τοῦτο ἀξιουσῶν πόλεων βοηθὸν αὐτὸν γενέσθαι.Λακεδαίμονα γοῦν παρειλήφαμεν μετὰ τὸν ὑπ’ ἐκείνου γενόμενον αὐτῇ καθαρμὸν μηκέτι λοιμῶξαι, πολλάκις πρότερον τούτῳ τῷ παθήματι περιπεσοῦσαν διὰ τὴν δυστραπελίαν τοῦ τόπου καθ’ ὃν ᾤκισται, τῶν Ταϋγέτων ὀρῶν πνῖγος ἀξιόλογον αὐτῇ παρεχόντων διὰ τὸ ὑπερκεῖσθαι, καὶ Κρήτης Κνωσσόν. καὶ ἄλλα τοιαῦτα τεκμήρια ἱστορεῖται τῆς τοῦ Ἀβάριδος δυνάμεως. δεξάμενος δὲ Πυθαγόρας τὸν ὀιστὸν καὶ μὴ ξενισθεὶς πρὸς τοῦτο, μηδὲ τὴν αἰτίαν ἐπερωτήσας δι’ ἣν ἐπέδωκεν, ἀλλ’ ὡς ἂν ὄντως ὁ θεὸς αὐτὸς ὤν, ἰδίᾳ καὶ αὐτὸς ἀποσπάσας τὸν Ἄβαριν τόν τε μηρὸν τὸν ἑαυτοῦ ἐπέδειξε χρύσεον, γνώρισμα παρέχων τοῦ μὴ διεψεῦσθαι, καὶ τὰ καθ’ ἕκαστα τῶν ἐν τῷ ἱερῷ κειμένων ἐξαριθμησάμενος αὐτῷ καὶ πίστιν ἱκανὴν παρασχὼν ὡς οὐκ εἴη κακῶς εἰκάσας, προσθείς τε ὅτι ἐπὶ θεραπείᾳ καὶ εὐεργεσίᾳ τῶν ἀνθρώπων ἥκοι, καὶ διὰ τοῦτο ἀνθρωπόμορφος, ἵνα μὴ ξενιζόμενοι πρὸς τὸ ὑπερέχον ταράσσωνται καὶ τὴν παρ’ αὐτῷ
μάθησιν ἀποφεύγωσιν, ἐκέλευσέ τε μένειν αὐτοῦ καὶ συνδιορθοῦν τοὺς ἐντυγχάνοντας, τὸν δὲ χρυσὸν ὃν συνήγειρε, κοινῶσαι τοῖς ἐπιτηδείοις, ὅσοιπερ ἐτύγχανον οὕτως ὑπὸ τοῦ λόγου ἠγμένοι ὥστε βεβαιοῦν τὸ δόγμα τὸ λέγον κοινὰ τὰ φίλων δι’ ἔργου.οὕτω δὴ καταμείναντι αὐτῷ, ὁ νῦν δὴ ἐλέγομεν, φυσιολογίαν τε καὶ θεολογίαν ἐπιτετμημένην παρέδωκε, καὶ ἀντὶ τῆς διὰ τῶν θυσιῶν ἱεροσκοπίας τὴν διὰ τῶν ἀριθμῶν πρόγνωσιν παρέδωκεν, ἡγούμενος ταύτην καθαρωτέραν εἶναι καὶ θειοτέραν καὶ τοῖς οὐρανίοις τῶν θεῶν ἀριθμοῖς οἰκειοτέραν, ἄλλα τε τὰ ἁρμόζοντα τῷ Ἀβάριδι παρέδωκεν ἐπιτηδεύματα. ἀλλ’ οὗ δὴ ἕνεκα ὁ παρὼν λόγος, ἐπ’ ἐκεῖνο πάλιν ἐπανέλθωμεν, ὡς ἄρα ἄλλους ἄλλως, ὡς ἔχοι ἕκαστος φύσεως καὶ δυνάμεως, ἐπανορθοῦν ἐπειρᾶτο. πάντα μὲν οὖν τὰ τοιαῦτα οὔτε παρεδόθη εἰς τοὺς ἀνθρώπους, οὔτε τὰ μνημονευόμενα ῥᾴδιον διελθεῖν·
ὀλίγα δὲ καὶ τὰ γνωριμώτατα διέλθωμεν δείγματα τῆς Πυθαγορικῆς ἀγωγῆς καὶ ὑπομνήματα τῶν ὑπαρχόντων τοῖς ἀνδράσιν ἐκείνοις ἐπιτηδευμάτων.