Panarion (Adversus Haereses)

Epiphanius

Epiphanius. Epiphanius, Volume 1-3. Holl, Karl, editor. Leipzig: Hinrichs, 1915-1933.

διὸ καὶ ὁ προφήτης λέγει »ἀνέβη θάνατος διὰ τῶν θυρίδων‘, καὶ οὐ πάντως περὶ τῶν θυρίδων τούτων λέγει· ἢ γὰρ κλείσαντες τὰς θυρίδας οὐδέποτε ἀποθανεῖν εἴχομεν. θυρίδες δὲ ἡμῖν ὑπάρχουσι τὰ τοῦ σώματος αἰσθητήρια, βλέμμα ἀκοὴ καὶ τὰ ἄλλα δι᾿ ὧν θάνατος εἰς ἡμᾶς εἰσπορεύεται, εἰ δι᾿ αὐτῶν ἁμαρτήσαιμεν.