Panarion (Adversus Haereses)
Epiphanius
Epiphanius. Epiphanius, Volume 1-3. Holl, Karl, editor. Leipzig: Hinrichs, 1915-1933.
οὐ περὶ νεκροῦ τοίνυν λέγει ὁ νόμος· εἰ δὲ καὶ περὶ νεκροῦ, ἀλλὰ περὶ ὁριζομένου λέγει ὁ νόμος. <π[ερὶ γὰρ οὐχ ὁριζομένου> λέγει γὰρ ὅτι »ἐὰν παρέλθῃ νεκρός, κλείσατε τὰς θύρας καὶ τὰς θυρίδας ὑμῶν, ἵνα μὴ μολυνθῇ ὁ οἶκος«, ὡσεὶ ἔλεγεν περὶ ἀκοῆς ἁμαρτίας ὅτι ἐὰν ἀκούσῃς φωνὴν τῆς ἁμαρτίας ἢ εἶδος παραπτώματος, κλεῖσον τὸν ὀφθαλμόν σου ἀπὸ ἐπιθυμίας καὶ στόμα ἀπὸ κακολογίας καὶ οὐς ἀπὸ ἐνηχήσεως πονηρᾶς, ἵνα μὴ νεκρωθῇ ὅλος ὁ οἶκος τουτέστιν ψυχὴ καὶ σῶμα.