Panarion (Adversus Haereses)
Epiphanius
Epiphanius. Epiphanius, Volume 1-3. Holl, Karl, editor. Leipzig: Hinrichs, 1915-1933.
καὶ αὕτη ἡ αἵρεσις ἀθετοῦσα μὲν νεκρῶν ἀνάστασιν, ἀπωθουμένη δὲ εἰδωλολατρείαν, ἐν ἑαυτῇ δὲ εἰδωλολατροῦσα κατ᾿ ἄγνοιαν διὰ τὸ ἀποκεκρύφθαι τὰ εἴδωλα τῶν τεσσάρων ἐθνῶν ἐν τῷ ὄρει τῷ παρ αὐτοῖς Γαριζὶν σεσυκοφαντημένως καλουμένῳ.
τῷ γὰρ βουλομένῳ ἀκριβῶς περὶ τοῦ ὄρους Γαριζὶν ἐρευνᾶσθαι ἰστέον ὅτι πρὸς τῇ Ἱεριχῷ κεῖνται τὰ δύο ὄρη, τό τε τοῦ Γαριζὶν καὶ τὸ τοῦ Γεβάλ, πέραν τοῦ Ἰορδάνου πρὸς τῇ ἀνατολῇ τῆς Ἱεριχώ, ὡς ἔχει τὸ Δευτερονόμιον καὶ Ἰησοῦ τοῦ Ναυῆ ἡ βίβλος.
εἰδωλολατροῦσιν οὐν ἀγνοοῦντες ἐκ τοῦ πανταχόθεν προσέχειν πρὸς τὸ ὄρος ἐν τῷ αὐτοὺς εὔχεσθαι * δῆθεν ὅτι ἡγίασται. ἀδύνατον γὰρ τὴν γραφὴν ψεύσασθαι φάσκουσαν »ἔμειναν ποιοῦντες τὸν νόμον καὶ προσκυνοῦντες τὰ αὐτῶν εἴδωλα ἕως τῆς σήμερον ἡμέρας«, ὡς ἐμφέρεται ἐν τῇ τετάρτῃ τῶν Βασιλειῶν.
3. Ἐλέγχονται δὲ οὑτοι πανταχόθεν περὶ νεκρῶν ἀναστάσεως· πρῶτον ἀπὸ τοῦ Ἄβελ, ὅτι μετὰ τὸ ἀποθανεῖν τὸ αἷμα προσδιαλέγεται τῷ δεσπότῃ. αἷμα δὲ οὐ ψυχὴ τυγχάνει, ἀλλ᾿ ἐν αἵματι ἡ ψυχή, καὶ οὐκ εἶπεν »ἡ ψυχὴ βοᾷ πρός με«, ἀλλὰ »τὸ αἷμα βοᾷ πρός με« δεικνὺς ὅτι ἔστιν ἐλπὶς ἀναστάσεως τῶν σωμάτων·