Panarion (Adversus Haereses)
Epiphanius
Epiphanius. Epiphanius, Volume 1-3. Holl, Karl, editor. Leipzig: Hinrichs, 1915-1933.
καὶ συμβέβηκε τὸ ὄνομα ἐκ διαφόρων προφάσεων καλεῖσθαι Σαμαρείτας ἔκ τε τοῦ Σωμὴρ ἔκ τε τοῦ Σομόρων ἔκ τε τοῦ φυλάττειν τὴν γῆν ἔκ τε τοῦ φυλάττειν τὰ παιδεύματα τοῦ νόμου.
2. Διαφέρονται δὲ οὗτοι Ἰουδαίοις κατὰ τοῦτο πρῶτον, ὅτι οὐκ ἐδόθη αὐτοῖς προφητῶν τῶν μετὰ Μωυσέα γραφὴ ἢ μόνον ἡ πεντάτευχος ἡ διὰ Μωυσέως τῷ σπέρματι Ἰσραὴλ ἐν τῇ ἐξόδω τῆς ἀπ᾿ Αἰγύπτου πορείας δοθεῖσα, φημὶ δὲ Γένεσις Ἔξοδος Λευιτικὸν Ἀριθμοὶ Δευτερονόμιον· ἐν δὲ τῇ Ἑβραΐδι διαλέκτῳ οὕτως καλοῦνται, Βρεσὶθ Ἐλλεσιμὼθ Οὐϊκρὰ Οὐιδαβὴρ Ἐλλεαδδεβαρίν.
καὶ ἴσπαρ- ται μὲν ἐν ταύταις ταῖς πέντε βίβλοις ἀναστάσεως νεκρῶν τὸ σημεῖον, οὐ μέντοι γε τηλαυγῶς κεκήρυκται, καὶ ἔσπαρται ἐν αὐταῖς περὶ τοῦ μονογενοῦς υἱοῦ τοῦ θεοῦ καὶ περὶ τοῦ ἁγίου πνεύματος καὶ κατὰ εἰδώλων· τὸ δὲ τηλαυγέστερον ἐν αὐταῖς <τὸ> περὶ μοναρχίας ἔχει τὴν ἐν δὲ τῇ μοναρχίᾳ πνευματικῶς ἡ τριὰς καταγγελλομένη ἐστίν.
οἱ δὲ δεξάμενοι τὸν νόμον εἰς τὸ μετατεθῆναι τῆς εἰδωλολατρείας καὶ τὸν ἔνα θεὸν ἐπιγνῶναι ἐσπουδάσθησαν, οἷς οὐ γέγονεν ἐπιμέλειά τις τὸ ἀκριβέστερον ἐπιγνῶναι. σφαλέντες δὲ οἱ τοιοῦτοι καὶ μὴ τηλαυγῶς τὸ πᾶν μέρος τῆς πίστεως καὶ τῆς ἡμετέρας ζωῆς τὸ ἀκρίβασμα κατειληφότες ἠγνόησαν μὲν νεκρῶν ἀνάστασιν καὶ ἀπι- [*](2f vgl. lib. Jub. 10, 28ff Littmann, dazu Ancoratus c. 113, 7; S. 141, 3ff u. Panarion h. 66, 83 — 6g vgl. ßer de duod. gemmis 97 auch 93; CSEL 3511 S. 770, 10f ünther — 13 f vgl. de mens, ac pond. 23, 1 ff; S. 178, 87 ff Lagarde (Doctr. patr. S. 293, 24f Diekamp) GU M) [*](1 κατῴκουν τὸ] κατοικοῦντο Μ 2 ὄντος M | παιδὸς G M 3 ἁρπάζαντος M 4 δὲ < U M | αὐτῶν] αὐτοῦ G 7 Σομὴρ Μ | Σωμόρων U 7 f τὴν γῆν — < G 11 ἡ1 + δοθεῖσα U vgl. Z. 12 | ἡ2 < u 12 δοθεῖσα < zwischen den einzelnen Namen + καὶ G U 14 βρησὴθ G βηρσὶθ U | ἐλλεσημώθ G ἐλλεσιμώ M | οὐϊκρὰ *] δωικαρά G U M | ἐλλεδδαεβαρίν G U ἐλλεδδαεβαρεῖν M 16 γε < M | τοῦ (vor μονογενοῦς) < G U 18 <τὸ> περὶ < GU 18f συναγωγήν M 19 ἔστιν καταγγελλομένη GU 22 < U | τὸ < G |)