Panarion (Adversus Haereses)
Epiphanius
Epiphanius. Epiphanius, Volume 1-3. Holl, Karl, editor. Leipzig: Hinrichs, 1915-1933.
ὡς ἐπιμαρτυρεῖ μοι ὁ πνευματοφόρος καὶ ἅγιος τοῦ θεοῦ ἀπόστολος Παῦλος ὧδέ πως λέγων ὅτι »ἐν Χριστῷ Ἰησοῦ οὐ βάρβαρος, οὐ Σκύθης, οὐχ Ἕλλην, οὐκ Ἰουδαῖος, ἀλλὰ καινὴ κτίσις‘, ἐπειδὴ ἐξ ὑπαρχῆς, ὅτε ἔκτιστο ἡ κτίσις, καινὴ οὖσα οὐδέν τι διαφορώτερον ἴσχεν ὄνομα.