Panarion (Adversus Haereses)

Epiphanius

Epiphanius. Epiphanius, Volume 1-3. Holl, Karl, editor. Leipzig: Hinrichs, 1915-1933.

τουτέστιν ἀπὸ Ἀδὰμ ἴως τοῦ Νῶε Βαρβαρισμός, ἀπὸ τοῦ Νῶε ἴως τοῦ πύργου καὶ τοῦ Σεροὺχ μετὰ δύο γενεὰς τοῦ πύργου ἡ Σκυθικὴ δεισιδαιμονία καὶ μετέπειτα ἀπὸ τοῦ πύργου καὶ Σεροὺχ καὶ † Ἀρὰμ ἕως τοῦ Ἀβραὰμ Ἑλληνισμός, ἀπὸ τούτου καὶ μετέπειτα θεοσέβεια συναπτομένη τῷ αὐτῷ Ἀβραάμ, ἀπὸ τοῦ κατὰ διαδοχὴν σπέρματος αὐτοῦ τουτέστιν τοῦ Ἰούδα Ἰουδαϊσμός·