Panarion (Adversus Haereses)

Epiphanius

Epiphanius. Epiphanius, Volume 1-3. Holl, Karl, editor. Leipzig: Hinrichs, 1915-1933.

πρῶτος γὰρ τῷ [*](12 vgl. S. 179, 2 — 16 vgl. Weish. Sal. 14, 12 — 20ff üpft an an S. 182, 1 — 20–23 Matth. 1 G U M) [*](4 σκυβαλλώδη U 5f τὴν ὑγρὰν . . οὐσίαν *] ἡ ὑγρὰ . . . οὐσία GUM 10 * etwa <οὐκ ἐπιβαλοῦμαι δὲ> * 14 [οἱ] * 18 δὲ < GU 19 + διὰ G | ἐπικεκτημένος *] ἐπικεκλημένος GUM 20 <εݲ> * 22 ἔτι] ἐπὶ εῖ 27 Κὶς G | Βενιαμὴν, εῖ von erster Hand M | * etwa <ἀλλ' ἀπεβλήθη οὗτος> 28 f αὐτοῦ εἰς Δαυίδ 003C;)

188
αὐτῷ Ἰακὼβ παῖς γίνεται Ῥουβήν, δεύτερος Συμεών, τρίτος Λευί, τέταρτος Ἰούδας, ὅθεν Ἰουδαῖοι καλοῦνται διὰ τὴν φυλὴν Ἰούδα, τοῦ γένους τῶν θεοσεβῶν εἰς τὸ ὄνομα τοῦτο μεταπεσόντος. ἐκαλοῦντο γοῦν Ἰσραηλῖται καὶ Ἰουδαῖοι.

3. Ἕως τούτου τοῦ χρόνου συνήφθησαν αἱ τέσσαρες γενεαὶ τῆς γῆς, τῶν τεσσάρων τμηματων τούτων διαιρεθέντων κατὰ τοὺς Πρώην χρόνους ἕως τοῦ καιροῦ τούτου τοῦ ἐνταῦθά μοι δεδηλωμένου καὶ ἐπέκεινα·

τουτέστιν ἀπὸ Ἀδὰμ ἴως τοῦ Νῶε Βαρβαρισμός, ἀπὸ τοῦ Νῶε ἴως τοῦ πύργου καὶ τοῦ Σεροὺχ μετὰ δύο γενεὰς τοῦ πύργου ἡ Σκυθικὴ δεισιδαιμονία καὶ μετέπειτα ἀπὸ τοῦ πύργου καὶ Σεροὺχ καὶ † Ἀρὰμ ἕως τοῦ Ἀβραὰμ Ἑλληνισμός, ἀπὸ τούτου καὶ μετέπειτα θεοσέβεια συναπτομένη τῷ αὐτῷ Ἀβραάμ, ἀπὸ τοῦ κατὰ διαδοχὴν σπέρματος αὐτοῦ τουτέστιν τοῦ Ἰούδα Ἰουδαϊσμός·

ὡς ἐπιμαρτυρεῖ μοι ὁ πνευματοφόρος καὶ ἅγιος τοῦ θεοῦ ἀπόστολος Παῦλος ὧδέ πως λέγων ὅτι »ἐν Χριστῷ Ἰησοῦ οὐ βάρβαρος, οὐ Σκύθης, οὐχ Ἕλλην, οὐκ Ἰουδαῖος, ἀλλὰ καινὴ κτίσις‘, ἐπειδὴ ἐξ ὑπαρχῆς, ὅτε ἔκτιστο ἡ κτίσις, καινὴ οὖσα οὐδέν τι διαφορώτερον ἴσχεν ὄνομα.