Panarion (Adversus Haereses)

Epiphanius

Epiphanius. Epiphanius, Volume 1-3. Holl, Karl, editor. Leipzig: Hinrichs, 1915-1933.

2. Ἐντεῦθεν ὡς καὶ ἀνωτέρω λοιπὸν ἔφην ποιηταὶ λογογράφοι ἱστοριογράφοι ἀστρονόμοι τε καὶ οἱ τὰ ἄλλα τῆς πλάνης εἰσηγησάμενοι οἱ] παρασκευάσαντες τὸν νοῦν ἐπὶ μυρίας κακὰς αἰτίας καὶ ἀγωγὰς ἐσκότωσαν καὶ ἐθόλωσαν τὴν τῆς ἀνθρωπότητος ὑπόληψιν. καὶ γέγονεν αὕτη »πρώτη πλάνη ἐπίνοια εἰδώλων« καὶ κακοδαιμονία διδασκαλίας.

ἦν δὲ τὰ πάντα μεμερισμένα Ἑλληνισμός τε καὶ Ἰουδαϊσμός· Ἰουδαϊσμὸς δὲ οὔπω πρότερον καλούμενος, ἀλλὰ διὰ τοῦ Ἰσραὴλ τὸ ἐπώνυμον τῆς θεοσεβοῦς θρῃσκείας ἐπικεκτημένος, ἕως ὅτε <εݲ> διαδοχαὶ γεγένηνται.

ὁ γὰρ Ναασσὼν ὁ έν τῇ ἐρήμῳ γεγονὼς φύλαρχος τῆς φυλῆς Ἰούδα γεννᾷ τὸν Σαλμών, Σαλμὼν γεννᾷ τὸν Βοόζ, Βοὸζ γεννᾷ τὸν Ὠβήδ, Ὠβὴδ γεννᾷ τὸν Ἰεσσαί, ἔτι τῶν θεοσεβῶν Ἰσραηλιτῶν καλουμένων, Ἰεσσαὶ γεννᾷ τὸν Δαυὶδ τὸν βασιλέα, ὃς πρῶτος ἐβασίλευσεν ἐκ φυλῆς Ἰούδα· ἐξ οὗ λοιπὸν οἱ κατὰ διαδοχὴν βασιλεῖς ἐκ τοῦ σπέρματος αὐτοῦ, υἱὸς διαδεχόμενος πατέρα, καθεξῆς συνεστήκασιν.

ἠν δὲ πρὸ αὐτοῦ τοῦ Δαυὶδ ὁ φύσει πρῶτος βασιλεύσας ἐν Ἰσραὴλ Σαοὺλ υἱὸς Κεὶς ἐκ φυλῆς Βενιαμίν, * καὶ οὐκέτι αὐτὸν διεδέξατο υἱός, ἀλλὰ μετέστη τὸ βασίλειον αὐτοῦ εἰς Δαυίδ, διὰ δὲ Δαυὶδ πρώτου εἰς τὴν φυλὴν Ἰούδα.