Panarion (Adversus Haereses)
Epiphanius
Epiphanius. Epiphanius, Volume 1-3. Holl, Karl, editor. Leipzig: Hinrichs, 1915-1933.
ὅταν δὲ πάλιν τὴν ἰσότητα βούλεται λέγειν, ἴνα μὴ ἐκπέσωσί τινες ἦσσόν πως περὶ υἱοῦ διανοούμενοι, οὕτως φησίν »ὁ μὴ τιμῶν τὸν υἱόν, ὡς τιμᾷ τὸν πατέρα, οὐκ ἔχει ζωὴν ἐν ἑαυτῷ« καί »πάντα τὰ τοῦ πατρός μου ἐμά ἐστι«. τί δέ ἐστι »τὰ τοῦ πατρός« ἀλλά· »θεὸς ὁ πατήρ, θεός εἰμι· ζωὴ ὁ πατήρ, ζωή εἰμι· ἀεὶ ὁ πατήρ, ἀεί εἰμι· πάντα τὰ τοῦ πατρός μου ἐμά ἐστιν«;
5. Ὅρα δέ ὦ Σαβέλλιε, καὶ κατανόει· διάνοιξον τὰ ὄμματα τῆς καρδίας σου καὶ μὴ ἀβλέπτει. συνελθέτω ἡ διάνοιά σου καὶ τῶν ὑπὸ σοῦ ἠπατημένων Ἰωάννῃ τῷ ἁγίῳ εἰς τὸν Ἰορδάνην.
ἄνοιγε τὰ ὦτά σου καὶ ἄκουε τῆς φωνῆς τοῦ προφήτου λέγοντος »ἐγὼ φωνὴ βοῶντος ἐν τῇ ἐρήμῳ«, ἄκουε τοῦ προδρόμου κυρίου, τοῦ ἀγγέλου καταξιωθέντος ὀνομασθῆναι, τοῦ ἀπὶ κοιλίας μητρὸς λαβόντος πνεῦμα ἅγιον καὶ σκιρτήσαντος τῇ πρὸς Ἐλισάβετ εἰσόδῳ τῆς Μαρίας·
ὅς [*](4 Matth. 28, 19 — 11ff vgl. Ancoratus c. 17, 4; I 25, 33ff — 12 vgl. Joh. 14, 28 — 14ff vgl. Ancoratus c. 10, 7f; I 18, 18 ff — 16 vgl. Joh 5, 23f — 17 vgl. Matth. 11, 27 — 24 Jes. 40, 3 — 25 Mal. 3, 1 — 26 Luk. 1, 15 — 27 Luk. 1, 44) [*](M U) [*](1 <οἱ δύο> *, vgl. Z. 3 | τῷ . . . τῷ *] τὸ . . . τὸ ΜU 2 τὸν1 <Μ 4 <φησί> * 5 τὸ <Μ | τοῦ2 < Μ | τοῦ3 <Μ 6 μέσον? * | συνδέσμων] ἄρθρων U | τουτέστιν < U 7 τοῦ + τοῦ καὶ τοῦ U | ματαίως] Ματθαῖος U | συνλειφὴν Μ συναλιφὴν U 8<τίθεται> * 12 δοξάζοντος αὐτὸν *] δογματιζόμενος ΜU 13 <ἴσῃν> * 14 <τὸν>* 15 πως *] ὡς ΜU 19 ἀεὶ ὁ — εἰμι <U 21 τὸ ὄμμα U 22 ἀβλέπτης Μ 27 πρὸς Ἐλισάβετ <U | ὅς] ὡς Μ)
ἰδοὺ γὰρ αὐτὸς μαρτυρεῖ λέγων πρῶτον μέν, τὸν δεσπότην ἑαυτοῦ ἐπιγνούς, ὅτι »ἐγὼ σοῦ χρείαν ἔχω καὶ σὺ ἔρχῃ πρός με«, καὶ τοῦ σωτῆρος λέγοντος »ἄφες ἄρτι, ὅπως πληρωθῇ πᾶσα δικαιοσύνη«, καὶ αὐτοῦ βαπτισθέντος ὑπ᾿ αὐτοῦ, ὥς φησι τὸ θεῖον εὐαγγέλιον,