Panarion (Adversus Haereses)
Epiphanius
Epiphanius. Epiphanius, Volume 1-3. Holl, Karl, editor. Leipzig: Hinrichs, 1915-1933.
ἐνυπόστατος ὁ πατήρ, ἐνυπόστατος ὁ υἱός, ἐνυπόστατον τὸ ἄγιον πνεπυμα. ἀλλὰ οὐ συναλοιφὴ ἡ τριάς, ὡς ὁ Σαβέλλιος | ἐνόμισεν, οὔτε ἠλλοιωμένη τῆς ἰδίας ἀιδιότητός τε καὶ δόξης, ὡς ὁ Ἅρειος κενοφωνῶν ἐδογμάτισεν,
ἀλλ᾿ ἀεὶ μὲν ἦν ἡ τριὰς τριὰς καὶ οὐδέποτε ἡ τριὰς προσθήκην λαμβάνει, μία οὖσα θεότης μία κυριότης μία οὖσα δοξολογία, ἀλλὰ τριὰς ἀριθμουμένη, πατὴρ καὶ υἱὸς καὶ ἅγιον πνεῦμα, οὐχ ὡς ἕν τι τρισὶν ὀνόμασι κεκλημένον, ἀλλὰ ἀληθῶς τέλεια τὰ ὀνόματα, τέλειαι αἱ ὑποστάσεις·
οὐδὲν δὲ παρηλλαγμένον, πατὴρ δὲ ἀεὶ πατὴρ καὶ οὐκ ἦν καιρὸς ὅτε οὐκ ἦν ὁ πατὴρ πατήρ, τέλειος ὤν ἀεὶ πατὴρ ἐνυπόστατος καὶ υἱὸς ἀεὶ τέλειος ὤν, ἀεὶ ἐνυπόστατος, ἐκ πατρὸς ἐν ἀληθείᾳ γεγεννημένος ἀνάρχως καὶ ἀχρόνως καὶ ἀνεκδιηγήτως, ὤν πατρί,
οὐκ ἀρξάμενος τοῦ εἶναι οὐδὲ διαλείπων ποτέ, ἀεὶ δὲ υἱὸς γνήσιος πατρὶ συνυπάρχων, ἐκ πατρὸς ἀχρόνως γεγεννημένος, ἴσος ὤν, θεὸς ἐκ θεοῦ, φῶς ἐκ φωτός, θεὸς ἀληθινὸς ἐκ θεοῦ ἀληθινοῦ, γεννηθεὶς οὐ κτισθείς, ἀλλὰ οὐκ αὐτὸς πατὴρ οὐδὲ ὁ πατὴρ αὐτὸς υἱός, εἶς δὲ θεὸς πατὴρ καὶ υἱὸς καὶ ἅγιον πνεῦμα.
4 Ἀεὶ γὰρ τὸ πνεῦμα σὺν πατρὶ καὶ υἱῷ, οὐ συνάδελφον πατρὶ οὐ γεννητὸν οὐ κατιστὸν οὐκ ἀδελφὸν υἱοῦ, οὐκ ἔκγονον πατρός, ἐκ πατρὸς δὲ ἐκπορευόμενον καὶ τοῦ υἱοῦ λαμβάνον, οὐκ ἀλλότριον πατρὸς καὶ υἱοῦ, ἀλλὰ ἐκ τῆς αὐτῆς οὐσίας, [ἐκ] τῆς αὐτῆς θεότητος,